TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Α΄ Κορινθίους (1 Corinthians) 12 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy Box1Co 12:1 - Περὶ δὲ τῶν πνευματικῶν ἀδελφοί οὐ θέλω ὑμᾶς ἀγνοεῖν
Unchecked Copy Box1Co 12:2 - Οἴδατε ὅτι ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι
Unchecked Copy Box1Co 12:3 - διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει Ἀνάθεμα Ἰησοῦν, καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ
Unchecked Copy Box1Co 12:4 - Διαιρέσεις δὲ χαρισμάτων εἰσίν τὸ δὲ αὐτὸ πνεῦμα·
Unchecked Copy Box1Co 12:5 - καὶ διαιρέσεις διακονιῶν εἰσιν καὶ αὐτὸς κύριος·
Unchecked Copy Box1Co 12:6 - καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν δὲ αὐτὸς ἐστίν θεός ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν
Unchecked Copy Box1Co 12:7 - ἑκάστῳ δὲ δίδοται φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον
Unchecked Copy Box1Co 12:8 - μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα
Unchecked Copy Box1Co 12:9 - ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι
Unchecked Copy Box1Co 12:10 - ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων ἄλλῳ δὲ προφητεία ἄλλῳ δὲ διακρίσεις πνευμάτων ἑτέρῳ δὲ γένη γλωσσῶν ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν·
Unchecked Copy Box1Co 12:11 - πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται
(cf. Eph 4:1–16 )
Unchecked Copy Box1Co 12:12 - Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη ἔχει πολλὰ πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνός, πολλὰ ὄντα ἕν ἐστιν σῶμα οὕτως καὶ Χριστός·
Unchecked Copy Box1Co 12:13 - καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες εἴτε δοῦλοι εἴτε ἐλεύθεροι καὶ πάντες εἰς ἓν πνεῦμα ἐποτίσθημεν
Unchecked Copy Box1Co 12:14 - καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά
Unchecked Copy Box1Co 12:15 - ἐὰν εἴπῃ πούς Ὅτι οὐκ εἰμὶ χείρ οὐκ εἰμὶ ἐκ τοῦ σώματος οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος
Unchecked Copy Box1Co 12:16 - καὶ ἐὰν εἴπῃ τὸ οὖς Ὅτι οὐκ εἰμὶ ὀφθαλμός οὐκ εἰμὶ ἐκ τοῦ σώματος οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος·
Unchecked Copy Box1Co 12:17 - εἰ ὅλον τὸ σῶμα ὀφθαλμός ποῦ ἀκοή εἰ ὅλον ἀκοή ποῦ ὄσφρησις
Unchecked Copy Box1Co 12:18 - νυνὶ δὲ θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν
Unchecked Copy Box1Co 12:19 - εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος ποῦ τὸ σῶμα
Unchecked Copy Box1Co 12:20 - νῦν δὲ πολλὰ μὲν μέλη ἓν δὲ σῶμα
Unchecked Copy Box1Co 12:21 - οὐ δύναται δὲ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί Χρείαν σου οὐκ ἔχω πάλιν κεφαλὴ τοῖς ποσίν Χρείαν ὑμῶν οὐκ ἔχω·
Unchecked Copy Box1Co 12:22 - ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν
Unchecked Copy Box1Co 12:23 - καὶ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει
Unchecked Copy Box1Co 12:24 - τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει ἀλλ᾽ θεὸς συνεκέρασεν τὸ σῶμα τῷ ὑστερουντι περισσοτέραν δοὺς τιμήν
Unchecked Copy Box1Co 12:25 - ἵνα μὴ σχίσμα ἐν τῷ σώματι ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη
Unchecked Copy Box1Co 12:26 - καὶ εἴτε πάσχει ἓν μέλος συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος συγχαίρει πάντα τὰ μέλη
Unchecked Copy Box1Co 12:27 - Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους
Unchecked Copy Box1Co 12:28 - καὶ οὓς μὲν ἔθετο θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους δεύτερον προφήτας τρίτον διδασκάλους ἔπειτα δυνάμεις εἶτα χαρίσματα ἰαμάτων ἀντιλήψεις, κυβερνήσεις γένη γλωσσῶν
Unchecked Copy Box1Co 12:29 - μὴ πάντες ἀπόστολοι μὴ πάντες προφῆται μὴ πάντες διδάσκαλοι μὴ πάντες δυνάμεις
Unchecked Copy Box1Co 12:30 - μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων μὴ πάντες γλώσσαις λαλοῦσιν μὴ πάντες διερμηνεύουσιν
Unchecked Copy Box1Co 12:31 - ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα Καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan