LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Δευτερονόμιο (Deuteronomy) 30 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxDeu 30:1 - καὶ ἔσται ὡς ἂν ἔλθωσιν ἐπὶ σὲ πάντα τὰ ῥήματα ταῦτα εὐλογία καὶ κατάρα ἣν ἔδωκα πρὸ προσώπου σου καὶ δέξῃ εἰς τὴν καρδίαν σου ἐν πᾶσιν τοῖς ἔθνεσιν οὗ ἐάν σε διασκορπίσῃ κύριος ἐκεῖ
Unchecked Copy BoxDeu 30:2 - καὶ ἐπιστραφήσῃ ἐπὶ κύριον τὸν θεόν σου καὶ ὑπακούσῃ τῆς φωνῆς αὐτοῦ κατὰ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου
Unchecked Copy BoxDeu 30:3 - καὶ ἰάσεται κύριος τὰς ἁμαρτίας σου καὶ ἐλεήσει σε καὶ πάλιν συνάξει σε ἐκ πάντων τῶν ἐθνῶν εἰς οὓς διεσκόρπισέν σε κύριος ἐκεῖ
Unchecked Copy BoxDeu 30:4 - ἐὰν διασπορά σου ἀπ᾽ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ ἐκεῖθεν συνάξει σε κύριος θεός σου καὶ ἐκεῖθεν λήμψεταί σε κύριος θεός σου
Unchecked Copy BoxDeu 30:5 - καὶ εἰσάξει σε κύριος θεός σου εἰς τὴν γῆν ἣν ἐκληρονόμησαν οἱ πατέρες σου καὶ κληρονομήσεις αὐτήν καὶ εὖ σε ποιήσει καὶ πλεοναστόν σε ποιήσει ὑπὲρ τοὺς πατέρας σου
Unchecked Copy BoxDeu 30:6 - καὶ περικαθαριεῖ κύριος τὴν καρδίαν σου καὶ τὴν καρδίαν τοῦ σπέρματός σου ἀγαπᾶν κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἵνα ζῇς σύ
Unchecked Copy BoxDeu 30:7 - καὶ δώσει κύριος θεός σου τὰς ἀρὰς ταύτας ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἐπὶ τοὺς μισοῦντάς σε οἳ ἐδίωξάν σε
Unchecked Copy BoxDeu 30:8 - καὶ σὺ ἐπιστραφήσῃ καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον
Unchecked Copy BoxDeu 30:9 - καὶ πολυωρήσει σε κύριος θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐν τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐν τοῖς ἐκγόνοις τῶν κτηνῶν σου ὅτι ἐπιστρέψει κύριος θεός σου εὐφρανθῆναι ἐπὶ σὲ εἰς ἀγαθά καθότι ηὐφράνθη ἐπὶ τοῖς πατράσιν σου
Unchecked Copy BoxDeu 30:10 - ἐὰν εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐὰν ἐπιστραφῇς ἐπὶ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου
Unchecked Copy BoxDeu 30:11 - ὅτι ἐντολὴ αὕτη ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον οὐχ ὑπέρογκός ἐστιν οὐδὲ μακρὰν ἀπὸ σοῦ
Unchecked Copy BoxDeu 30:12 - οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶν λέγων τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρανὸν καὶ λήμψεται αὐτὴν ἡμῖν καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν
Unchecked Copy BoxDeu 30:13 - οὐδὲ πέραν τῆς θαλάσσης ἐστὶν λέγων τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης καὶ λήμψεται ἡμῖν αὐτήν καὶ ἀκουστὴν ἡμῖν ποιήσει αὐτήν καὶ ποιήσομεν
Unchecked Copy BoxDeu 30:14 - ἔστιν σου ἐγγὺς τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσίν σου αὐτὸ ποιεῖν
Unchecked Copy BoxDeu 30:15 - ἰδοὺ δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον τὸ ἀγαθὸν καὶ τὸ κακόν
Unchecked Copy BoxDeu 30:16 - ἐὰν εἰσακούσῃς τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἀγαπᾶν κύριον τὸν θεόν σου πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ φυλάσσεσθαι τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ καὶ ζήσεσθε καὶ πολλοὶ ἔσεσθε καὶ εὐλογήσει σε κύριος θεός σου ἐν πάσῃ τῇ γῇ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν
Unchecked Copy BoxDeu 30:17 - καὶ ἐὰν μεταστῇ καρδία σου καὶ μὴ εἰσακούσῃς καὶ πλανηθεὶς προσκυνήσῃς θεοῖς ἑτέροις καὶ λατρεύσῃς αὐτοῖς
Unchecked Copy BoxDeu 30:18 - ἀναγγέλλω σοι σήμερον ὅτι ἀπωλείᾳ ἀπολεῖσθε καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τῆς γῆς ἧς κύριος θεός σου δίδωσίν σοι εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν
Unchecked Copy BoxDeu 30:19 - διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὸ προσώπου ὑμῶν τὴν εὐλογίαν καὶ τὴν κατάραν ἔκλεξαι τὴν ζωήν ἵνα ζῇς σὺ καὶ τὸ σπέρμα σου
Unchecked Copy BoxDeu 30:20 - ἀγαπᾶν κύριον τὸν θεόν σου εἰσακούειν τῆς φωνῆς αὐτοῦ καὶ ἔχεσθαι αὐτοῦ ὅτι τοῦτο ζωή σου καὶ μακρότης τῶν ἡμερῶν σου κατοικεῖν σε ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναι αὐτοῖς
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan