The Blue Letter Bible
BLB Searches
Search the Bible
Search TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search TR

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

KATA IWANNHN (John) 15 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxJhn 15:1 - Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν

Unchecked Copy BoxJhn 15:2 - πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν αἴρει αὐτό καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα πλείονα καρπὸν φέρῃ

Unchecked Copy BoxJhn 15:3 - ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν·

Unchecked Copy BoxJhn 15:4 - μείνατε ἐν ἐμοί κἀγὼ ἐν ὑμῖν καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾽ ἑαυτοῦ ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μείνητε

Unchecked Copy BoxJhn 15:5 - ἐγώ εἰμι ἡ ἄμπελος ὑμεῖς τὰ κλήματα ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν

Unchecked Copy BoxJhn 15:6 - ἐὰν μή τις μείνῃ ἐν ἐμοί ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη καὶ συνάγουσιν αὐτὰ καὶ εἰς πῦρ βάλλουσιν καὶ καίεται

Unchecked Copy BoxJhn 15:7 - ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ ὃ ἐὰν θέλητε αἰτήσεσθε καὶ γενήσεται ὑμῖν

Unchecked Copy BoxJhn 15:8 - ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου ἵνα καρπὸν πολὺν φέρητε καὶ γενήσεσθε ἐμοὶ μαθηταί

Unchecked Copy BoxJhn 15:9 - καθὼς ἠγάπησέν με ὁ πατήρ κἀγὼ ἠγάπησα· ὑμᾶς μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ

Unchecked Copy BoxJhn 15:10 - ἐὰν τὰς ἐντολάς μου τηρήσητε μενεῖτε ἐν τῇ ἀγάπῃ μου καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ

Unchecked Copy BoxJhn 15:11 - Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ᾖ χαρὰ ὑμῶν πληρωθῇ

Unchecked Copy BoxJhn 15:12 - αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς

Unchecked Copy BoxJhn 15:13 - μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ

Unchecked Copy BoxJhn 15:14 - ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν

Unchecked Copy BoxJhn 15:15 - οὐκέτι ὑμᾶς λέγω δούλους ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν

Unchecked Copy BoxJhn 15:16 - οὐχ ὑμεῖς με ἐξελέξασθε ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν

Unchecked Copy BoxJhn 15:17 - ταῦτα ἐντέλλομαι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους

Unchecked Copy BoxJhn 15:18 - Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν

Unchecked Copy BoxJhn 15:19 - εἰ ἐκ τοῦ κόσμου ἦτε ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος

Unchecked Copy BoxJhn 15:20 - μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν

Unchecked Copy BoxJhn 15:21 - ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με

Unchecked Copy BoxJhn 15:22 - εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν

Unchecked Copy BoxJhn 15:23 - ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ

Unchecked Copy BoxJhn 15:24 - εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου

Unchecked Copy BoxJhn 15:25 - ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν ὅτι Ἐμίσησάν με δωρεάν

Unchecked Copy BoxJhn 15:26 - Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·

Unchecked Copy BoxJhn 15:27 - καὶ ὑμεῖς δὲ μαρτυρεῖτε ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search TR
Your Bible Version is the TR
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization