The Blue Letter Bible
Copy Options
Cite Print
Version Selector Up Arrow

Cite this page

MLA format Copy link to clipboard

Note: MLA no longer requires the URL as part of their citation standard. Individual instructors or editors may still require the use of URLs.

APA format Copy link to clipboard
Chicago format Copy link to clipboard
Close
Version Selector Up Arrow

Share this page using one of these tools:

facebook twitter

googleplus pinterest

reddit tumblr linkedin


Or email this page to a friend:

BLB Searches
Search the Bible
Search TR
KJVNKJVNLTNIVESVCSBNASB
Version Selector Up Arrow NETRSVASVYLTDBYWEBHNV
RVR60VULWLCLXXmGNTTR  
 [?]

Advanced Options

Search a pre-defined list


OR Select a range of biblical books

From:

To:


OR Custom Selection:

Use semicolons to separate groups: 'Gen;Jdg;Psa-Mal' or 'Rom 3-12;Mat 1:15;Mat 5:12-22'

LexiConc
 [?]
 

Advanced Options

Exact Match
Beginning of the Word
Any Part of the Word
Theological FAQs
 [?]
 
Multi-Verse Retrieval
x
Search TR
KJVNKJVNLTNIVESVCSBNASB
Version Selector Up Arrow NETRSVASVYLTDBYWEBHNV
RVR60VULWLCLXXmGNTTR  

Line-By-Line Order:
Line-By-Line Verse-Reference  Verse-Reference
Line-By-Line Reference-Verse  Reference-Verse
Line-By-Line Separate Line  Separate Line
Line-By-Line Verse Only  Verse Only
Line-By-Line Reference Only  Reference Only
Reference Delimiters:
No Reference Delimiters  None — Jhn 1:1 KJV
Square Reference Delimiters  Square — [Jhn 1:1 KJV]
Curly Reference Delimiters  Curly — {Jhn 1:1 KJV}
Parenthesis Reference Delimiters  Parens — (Jhn 1:1 KJV)
Paragraph Order:
Paragraph Verse-Reference  Verse-Reference
Paragraph Reference-Verse  Reference-Verse
Paragraph Reference-Only  Reference-Only
Number Delimiters:*
No Verse Numbers  No Number
No Verse Delimeters  No Delimiter — 15
Square Verse Delimiters  Square — [15]
Curly Verse Delimiters  Curly — {15}
Parenthesis Verse Delimiters  Parens — (15)
Other Options:
Abbreviate Books  Abbreviate Books
Quotes Around Verses  Quotes around Verses
Remove Square Brackets  Remove Square Brackets
 
Sort Canonically  Sort Canonically

* 'Number Delimiters' only apply to 'Paragraph Order'

Let's Connect
x

Connect on Facebook Connect on Twitter Connect on Instagram Connect on Pinterest Connect on YouTube

Subscribe to our Newsletter

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one’s mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

KATA MARKONV (Mark) 14 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface

Customize your font sizeIncrease your font sizeDecrease your font sizeReturn to default font size

Choose a Bible text color
Read the Bible in blackRead the Bible in dark blueRead the Bible in blue

Customize your text type
Arial font
Trebuchet MS font
Georgia font
Times New Roman font

Customize your Hebrew text type
SBL Hebrew font
Times New Roman font
Arial font

Customize your Greek text type
Gentium font
Times New Roman font
Arial font

Close font preferences
Listen to the Bible

Unchecked Copy BoxMar 14:1 - Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν

Unchecked Copy BoxMar 14:2 - ἔλεγον δὲ, Μὴ ἐν τῇ ἑορτῇ μήποτε θόρυβος ἔσται τοῦ λαοῦ

Unchecked Copy BoxMar 14:3 - Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς Καὶ συντρίψασα τό ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς

Unchecked Copy BoxMar 14:4 - ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς καὶ λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν

Unchecked Copy BoxMar 14:5 - ἠδύνατο γὰρ τοῦτο πραθῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς καὶ ἐνεβριμῶντο αὐτῇ

Unchecked Copy BoxMar 14:6 - ὁ δὲ Ἰησοῦς εἶπεν Ἄφετε αὐτήν τί αὐτῇ κόπους παρέχετε καλὸν ἔργον εἰργάσατο εἰς ἐμέ

Unchecked Copy BoxMar 14:7 - πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν καὶ ὅταν θέλητε δύνασθε αὐτούς εὖ ποιῆσαι ἐμὲ δὲ οὐ πάντοτε ἔχετε

Unchecked Copy BoxMar 14:8 - ὃ εἶχεν αὕτη ἐποίησεν προέλαβεν μυρίσαι μου τὸ σῶμά εἰς τὸν ἐνταφιασμόν

Unchecked Copy BoxMar 14:9 - ἀμὴν λέγω ὑμῖν ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς

Unchecked Copy BoxMar 14:10 - Καὶ ὁ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς

Unchecked Copy BoxMar 14:11 - οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ

Unchecked Copy BoxMar 14:12 - Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων ὅτε τὸ πάσχα ἔθυον λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα

Unchecked Copy BoxMar 14:13 - καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς Ὑπάγετε εἰς τὴν πόλιν καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων ἀκολουθήσατε αὐτῷ

Unchecked Copy BoxMar 14:14 - καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει Ποῦ ἐστιν τὸ κατάλυμά ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω

Unchecked Copy BoxMar 14:15 - καὶ αὐτὸς ὑμῖν δείξει ἀνὼγεον μέγα ἐστρωμένον ἕτοιμον ἐκεῖ ἑτοιμάσατε ἡμῖν

Unchecked Copy BoxMar 14:16 - καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα

Unchecked Copy BoxMar 14:17 - Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα

Unchecked Copy BoxMar 14:18 - καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ Ἰησοῦς Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με ὁ ἐσθίων μετ᾽ ἐμοῦ

Unchecked Copy BoxMar 14:19 - οἵ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾽ εἷς Μήτι ἐγώ καὶ ἄλλος, μήτι ἐγώ

Unchecked Copy BoxMar 14:20 - ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Εἷς ἐκ τῶν δώδεκα ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ τρύβλιον

Unchecked Copy BoxMar 14:21 - ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος

Unchecked Copy BoxMar 14:22 - Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν Λάβετε φάγετε τοῦτό ἐστιν τὸ σῶμά μου

Unchecked Copy BoxMar 14:23 - καὶ λαβὼν τὸ ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς καὶ ἔπιον ἐξ αὐτοῦ πάντες

Unchecked Copy BoxMar 14:24 - καὶ εἶπεν αὐτοῖς Τοῦτό ἐστιν τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον

Unchecked Copy BoxMar 14:25 - ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ

Unchecked Copy BoxMar 14:26 - Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν

Unchecked Copy BoxMar 14:27 - Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτη, ὅτι γέγραπται Πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσεται τὰ πρόβατα

Unchecked Copy BoxMar 14:28 - ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν

Unchecked Copy BoxMar 14:29 - ὁ δὲ Πέτρος ἔφη αὐτῷ καὶ Εἰ πάντες σκανδαλισθήσονται ἀλλ᾽ οὐκ ἐγώ

Unchecked Copy BoxMar 14:30 - καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς Ἀμὴν λέγω σοι ὅτι σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς ἀπαρνήσῃ με

Unchecked Copy BoxMar 14:31 - ὁ δὲ ἐκ περισσοῦ ἔλεγεν μᾶλλον, Ἐὰν με δέῃ συναποθανεῖν σοι οὐ μή σε ἀπαρνήσομαι ὡσαύτως δὲ καὶ πάντες ἔλεγον

Unchecked Copy BoxMar 14:32 - Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ Καθίσατε ὧδε ἕως προσεύξωμαι

Unchecked Copy BoxMar 14:33 - καὶ παραλαμβάνει τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην μεθ᾽ ἑαυτοῦ καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν

Unchecked Copy BoxMar 14:34 - καὶ λέγει αὐτοῖς Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου μείνατε ὧδε καὶ γρηγορεῖτε

Unchecked Copy BoxMar 14:35 - καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ᾽ αὐτοῦ ἡ ὥρα

Unchecked Copy BoxMar 14:36 - καὶ ἔλεγεν Αββα ὁ πατήρ πάντα δυνατά σοι παρένεγκε τὸ ποτήριον ἀπ᾽ ἐμοῦ τοῦτο ἀλλ᾽ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ

Unchecked Copy BoxMar 14:37 - καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τῷ Πέτρῳ Σίμων καθεύδεις οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι

Unchecked Copy BoxMar 14:38 - γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής

Unchecked Copy BoxMar 14:39 - καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών

Unchecked Copy BoxMar 14:40 - καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν βεβαρήμενοι, καὶ οὐκ ᾔδεισαν τί αὐτῷ ἀποκριθῶσιν

Unchecked Copy BoxMar 14:41 - καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε ἀπέχει ἦλθεν ἡ ὥρα ἰδού, παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν

Unchecked Copy BoxMar 14:42 - ἐγείρεσθε ἄγωμεν ἰδού, ὁ παραδιδούς με ἤγγικεν

Unchecked Copy BoxMar 14:43 - Καὶ εὐθὲως, ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας εἷς ὢν τῶν δώδεκα καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων

Unchecked Copy BoxMar 14:44 - δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων, Ὃν ἂν φιλήσω αὐτός ἐστιν κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς

Unchecked Copy BoxMar 14:45 - καὶ ἐλθὼν εὐθὲως προσελθὼν αὐτῷ λέγει Ῥαββί Ῥαββί καὶ κατεφίλησεν αὐτόν

Unchecked Copy BoxMar 14:46 - οἱ δὲ ἐπέβαλον ἐπ᾽ αὐτόν τὰς χεῖρας αὑτῶν, καὶ ἐκράτησαν αὐτὸν

Unchecked Copy BoxMar 14:47 - εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον

Unchecked Copy BoxMar 14:48 - καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με

Unchecked Copy BoxMar 14:49 - καθ᾽ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί

Unchecked Copy BoxMar 14:50 - καὶ ἀφέντες αὐτὸν πάντες ἔφυγον

Unchecked Copy BoxMar 14:51 - Καὶ εἰς τις νεανίσκος ἠκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ καὶ κρατοῦσιν αὐτόν οἱ νεανίσκοι

Unchecked Copy BoxMar 14:52 - ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾽ αὐτῶν

Unchecked Copy BoxMar 14:53 - Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς

Unchecked Copy BoxMar 14:54 - καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς

Unchecked Copy BoxMar 14:55 - οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν καὶ οὐχ εὕρισκον

Unchecked Copy BoxMar 14:56 - πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν

Unchecked Copy BoxMar 14:57 - καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ λέγοντες

Unchecked Copy BoxMar 14:58 - ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω

Unchecked Copy BoxMar 14:59 - καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν

Unchecked Copy BoxMar 14:60 - καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν τί οὗτοί σου καταμαρτυροῦσιν

Unchecked Copy BoxMar 14:61 - ὁ δὲ ἐσιώπα καὶ οὐδέν ἀπεκρίνατο πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ

Unchecked Copy BoxMar 14:62 - ὁ δὲ Ἰησοῦς εἶπεν Ἐγώ εἰμι καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ

Unchecked Copy BoxMar 14:63 - ὁ δὲ ἀρχιερεὺς διαῤῥήξας τοὺς χιτῶνας αὐτοῦ λέγει Τί ἔτι χρείαν ἔχομεν μαρτύρων

Unchecked Copy BoxMar 14:64 - ἠκούσατε τῆς βλασφημίας τί ὑμῖν φαίνεται οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου

Unchecked Copy BoxMar 14:65 - Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ Προφήτευσον καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλλον

Unchecked Copy BoxMar 14:66 - Καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ κάτω ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως

Unchecked Copy BoxMar 14:67 - καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα

Unchecked Copy BoxMar 14:68 - ὁ δὲ ἠρνήσατο λέγων, Οὐκ οἶδα οὐδέ ἐπίσταμαι τί σὺ λέγεις καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον καὶ ἀλέκτωρ ἐφώνησεν

Unchecked Copy BoxMar 14:69 - καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν, ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν

Unchecked Copy BoxMar 14:70 - ὁ δὲ πάλιν ἠρνεῖτο καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ Ἀληθῶς ἐξ αὐτῶν εἶ καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει

Unchecked Copy BoxMar 14:71 - ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε

Unchecked Copy BoxMar 14:72 - καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν καὶ ἀνεμνήσθη ὁ Πέτρος τοῦ ῥήματος οὖ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι δὶς ἀπαρνήσῃ με τρίς καὶ ἐπιβαλὼν ἔκλαιεν

TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

 
 
Home
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search TR
KJVNKJVNLTNIVESVCSBNASB
Version Selector Up Arrow NETRSVASVYLTDBYWEBHNV
RVR60VULWLCLXXmGNTTR  

Search a pre-defined list


OR Select a range of biblical books

From:

To:


OR Custom Selection:

Use semicolons to separate groups:
'Gen;Jdg;Psa-Mal' or 'Rom 3-12;Mat 1:15;Mat 5:12-22'

Your Bible Version is the TR
Go to Top
Link to This PageCite This Page
Version Selector Up Arrow
Version Selector Up Arrow

Cite this page

MLA format Copy link to clipboard

Note: MLA no longer requires the URL as part of their citation standard. Individual instructors or editors may still require the use of URLs.

APA format Copy link to clipboard
Chicago format Copy link to clipboard
Close
Share this pageFollow the BLB
Version Selector Up Arrow

Share this page using one of these tools:

facebooktwitter

googlepluspinterest

reddittumblrlinkedin


Or email this page to a friend:

Version Selector Up Arrow

Follow the Blue Letter Bible on:

facebooktwitter

pinterestgoogle+


Or subscribe to our Newsletter:

Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1
Line-By-Line Order:
Line-By-Line Verse-Reference  Verse-Reference
Line-By-Line Reference-Verse  Reference-Verse
Line-By-Line Separate Line  Separate Line
Line-By-Line Verse Only  Verse Only
Line-By-Line Reference Only  Reference Only
Reference Delimiters:
No Reference Delimiters  None — Jhn 1:1 KJV
Square Reference Delimiters  Square — [Jhn 1:1 KJV]
Curly Reference Delimiters  Curly — {Jhn 1:1 KJV}
Parenthesis Reference Delimiters  Parens — (Jhn 1:1 KJV)
Paragraph Order:
Paragraph Verse-Reference  Verse-Reference
Paragraph Reference-Verse  Reference-Verse
Paragraph Reference-Only  Reference-Only
Number Delimiters:*
No Verse Numbers  No Number
No Verse Delimeters  No Delimiter — 15
Square Verse Delimiters  Square — [15]
Curly Verse Delimiters  Curly — {15}
Parenthesis Verse Delimiters  Parens — (15)
Other Options:
Abbreviate Books  Abbreviate Books
Quotes Around Verses  Quotes Around Verses
Remove Square Brackets  Remove Square Brackets
 
Select All Verses
Clear All Verses

* 'Number Delimiters' only apply to 'Paragraph Order'

Loading...

Interlinear
Bibles
Cross-Refs
Commentaries
Dictionaries
Miscellaneous
Verse Tools Arrow
Login to your account

Email / username or password was incorrect!

Check your email for password retrieval

 

Complete the form below to register  [?]

Error: That Email is already registered

Error: Please provide a valid Email

Error: Passwords should have at least 6 characters

Error: Passwords do not match

Error: Please provide a valid first name

Error: That username is already taken

Error: Usernames should only contain letters, numbers, dots, dashes, or underscores

[ Cancel ]← Login to Your Account

Passwords should have at least 6 characters.
Usernames should only contain letters, numbers, dots, dashes, or underscores.

Thank you for registering. A verification email has been sent to the address you provided.

Error: That Email / Username is not registered

Enter Your Email or UsernameUsername or Email Address

 

← Return to Login

Close LoginCLOSE
Tap to Close