The Blue Letter Bible
BLB Searches
Search the Bible
Search TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search TR

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

KATA MARKONV (Mark) 5 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
(Mat 8:28–9:1; Luk 8:26–39 )
Unchecked Copy BoxMar 5:1 - Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γαδαρηνῶν
Unchecked Copy BoxMar 5:2 - καὶ ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου εὐθὲως ἀπήντησεν αὐτῶ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ
Unchecked Copy BoxMar 5:3 - ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμείοις· καὶ οὒτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι
Unchecked Copy BoxMar 5:4 - διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι καὶ οὐδεὶς αὐτὸν ἴσχυεν δαμάσαι·
Unchecked Copy BoxMar 5:5 - καὶ διαπαντός νυκτὸς καὶ ἡμέρας ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις
Unchecked Copy BoxMar 5:6 - ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ
Unchecked Copy BoxMar 5:7 - καὶ κράξας φωνῇ μεγάλῃ εἶπεν Τί ἐμοὶ καὶ σοί Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου ὁρκίζω σε τὸν θεόν μή με βασανίσῃς
Unchecked Copy BoxMar 5:8 - ἔλεγεν γὰρ αὐτῷ Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου
Unchecked Copy BoxMar 5:9 - καὶ ἐπηρώτα αὐτόν Τί σοι ὄνομά καὶ ἀπεκρίθη λέγων, Λεγεὼν ὄνομά μοι ὅτι πολλοί ἐσμεν
Unchecked Copy BoxMar 5:10 - καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας
Unchecked Copy BoxMar 5:11 - Ἦν δὲ ἐκεῖ πρὸς τὰ ὄρη ἀγέλη χοίρων μεγάλη βοσκομένη·
Unchecked Copy BoxMar 5:12 - καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες λέγοντες Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν
Unchecked Copy BoxMar 5:13 - καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν ἦσαν δὲ ὡς δισχίλιοι καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ
Unchecked Copy BoxMar 5:14 - οἱ δὲ βόσκοντες τοὺς χοίρους ἔφυγον καὶ ἀνήγγειλάν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἐξῆλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός
Unchecked Copy BoxMar 5:15 - καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα τὸν ἐσχηκότα τὸν λεγεῶνα· καὶ ἐφοβήθησαν
Unchecked Copy BoxMar 5:16 - καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων
Unchecked Copy BoxMar 5:17 - καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν
Unchecked Copy BoxMar 5:18 - καὶ ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα ᾖ μετ᾽ αὐτοῦ
Unchecked Copy BoxMar 5:19 - ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν ἀλλὰ λέγει αὐτῷ Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ κύριός ἐποίησεν καὶ ἠλέησέν σε
Unchecked Copy BoxMar 5:20 - καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς καὶ πάντες ἐθαύμαζον
(Mat 9:18–26; Luk 8:40–56 )
Unchecked Copy BoxMar 5:21 - Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν καὶ ἦν παρὰ τὴν θάλασσαν
Unchecked Copy BoxMar 5:22 - καὶ ἰδοὺ, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων ὀνόματι Ἰάειρος καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ
Unchecked Copy BoxMar 5:23 - καὶ παρεκάλει αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας ὅπως σωθῇ καὶ ζήσεται
Unchecked Copy BoxMar 5:24 - καὶ ἀπῆλθεν μετ᾽ αὐτοῦ Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς καὶ συνέθλιβον αὐτόν
Unchecked Copy BoxMar 5:25 - καὶ γυνὴ τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα
Unchecked Copy BoxMar 5:26 - καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾽ ἑαυτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα
Unchecked Copy BoxMar 5:27 - ἀκούσασα περὶ τοῦ Ἰησοῦ ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ·
Unchecked Copy BoxMar 5:28 - ἔλεγεν γὰρ ὅτι κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι σωθήσομαι
Unchecked Copy BoxMar 5:29 - καὶ εὐθὲως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος
Unchecked Copy BoxMar 5:30 - καὶ εὐθὲως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν Τίς μου ἥψατο τῶν ἱματίων
Unchecked Copy BoxMar 5:31 - καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις Τίς μου ἥψατο
Unchecked Copy BoxMar 5:32 - καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν
Unchecked Copy BoxMar 5:33 - ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα εἰδυῖα ὃ γέγονεν ἐπ᾽ αὐτῇ ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν
Unchecked Copy BoxMar 5:34 - ὁ δὲ εἶπεν αὐτῇ θύγατερ ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου
Unchecked Copy BoxMar 5:35 - Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον
Unchecked Copy BoxMar 5:36 - ὁ δὲ Ἰησοῦς εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ Μὴ φοβοῦ μόνον πίστευε
Unchecked Copy BoxMar 5:37 - καὶ οὐκ ἀφῆκεν οὐδένα αὐτῷ συνακολουθῆσαι εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου
Unchecked Copy BoxMar 5:38 - καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου καὶ θεωρεῖ θόρυβον κλαίοντας καὶ ἀλαλάζοντας πολλά
Unchecked Copy BoxMar 5:39 - καὶ εἰσελθὼν λέγει αὐτοῖς Τί θορυβεῖσθε καὶ κλαίετε τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει
Unchecked Copy BoxMar 5:40 - καὶ κατεγέλων αὐτοῦ ὁ δὲ ἐκβαλὼν ἅπαντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον·
Unchecked Copy BoxMar 5:41 - καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ Ταλιθα κοῦμι· ὅ ἐστιν μεθερμηνευόμενον Τὸ κοράσιον σοὶ λέγω ἔγειραι
Unchecked Copy BoxMar 5:42 - καὶ εὐθὲως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει· ἦν γὰρ ἐτῶν δώδεκα καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ
Unchecked Copy BoxMar 5:43 - καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search TR
Your Bible Version is the TR
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization