LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Αριθμοί (Numbers) 3 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Lev 10:1–7 )
Unchecked Copy BoxNum 3:1 - καὶ αὗται αἱ γενέσεις Ααρων καὶ Μωυσῆ ἐν ἡμέρᾳ ἐλάλησεν κύριος τῷ Μωυσῇ ἐν ὄρει Σινα
Unchecked Copy BoxNum 3:2 - καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ααρων πρωτότοκος Ναδαβ καὶ Αβιουδ Ελεαζαρ καὶ Ιθαμαρ
Unchecked Copy BoxNum 3:3 - ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ααρων οἱ ἱερεῖς οἱ ἠλειμμένοι οὓς ἐτελείωσαν τὰς χεῖρας αὐτῶν ἱερατεύειν
Unchecked Copy BoxNum 3:4 - καὶ ἐτελεύτησεν Ναδαβ καὶ Αβιουδ ἔναντι κυρίου προσφερόντων αὐτῶν πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα καὶ παιδία οὐκ ἦν αὐτοῖς καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ μετ᾽ Ααρων τοῦ πατρὸς αὐτῶν
Unchecked Copy BoxNum 3:5 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxNum 3:6 - λαβὲ τὴν φυλὴν Λευι καὶ στήσεις αὐτοὺς ἐναντίον Ααρων τοῦ ἱερέως καὶ λειτουργήσουσιν αὐτῷ
Unchecked Copy BoxNum 3:7 - καὶ φυλάξουσιν τὰς φυλακὰς αὐτοῦ καὶ τὰς φυλακὰς τῶν υἱῶν Ισραηλ ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς
Unchecked Copy BoxNum 3:8 - καὶ φυλάξουσιν πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς φυλακὰς τῶν υἱῶν Ισραηλ κατὰ πάντα τὰ ἔργα τῆς σκηνῆς
Unchecked Copy BoxNum 3:9 - καὶ δώσεις τοὺς Λευίτας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσιν δόμα δεδομένοι οὗτοί μοί εἰσιν ἀπὸ τῶν υἱῶν Ισραηλ
Unchecked Copy BoxNum 3:10 - καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ φυλάξουσιν τὴν ἱερατείαν αὐτῶν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ ἔσω τοῦ καταπετάσματος καὶ ἀλλογενὴς ἁπτόμενος ἀποθανεῖται
Unchecked Copy BoxNum 3:11 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxNum 3:12 - καὶ ἐγὼ ἰδοὺ εἴληφα τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ισραηλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ισραηλ λύτρα αὐτῶν ἔσονται καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται
Unchecked Copy BoxNum 3:13 - ἐμοὶ γὰρ πᾶν πρωτότοκον ἐν ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοὶ ἔσονται ἐγὼ κύριος
(cf. Num 1:47–54 )
Unchecked Copy BoxNum 3:14 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινα λέγων
Unchecked Copy BoxNum 3:15 - ἐπίσκεψαι τοὺς υἱοὺς Λευι κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ δήμους αὐτῶν κατὰ συγγενείας αὐτῶν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπισκέψασθε αὐτούς
Unchecked Copy BoxNum 3:16 - καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυσῆς καὶ Ααρων διὰ φωνῆς κυρίου ὃν τρόπον συνέταξεν αὐτοῖς κύριος
Unchecked Copy BoxNum 3:17 - καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευι ἐξ ὀνομάτων αὐτῶν Γεδσων Κααθ καὶ Μεραρι
Unchecked Copy BoxNum 3:18 - καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσων κατὰ δήμους αὐτῶν Λοβενι καὶ Σεμεϊ
Unchecked Copy BoxNum 3:19 - καὶ υἱοὶ Κααθ κατὰ δήμους αὐτῶν Αμραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ
Unchecked Copy BoxNum 3:20 - καὶ υἱοὶ Μεραρι κατὰ δήμους αὐτῶν Μοολι καὶ Μουσι οὗτοί εἰσιν δῆμοι τῶν Λευιτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν
Unchecked Copy BoxNum 3:21 - τῷ Γεδσων δῆμος τοῦ Λοβενι καὶ δῆμος τοῦ Σεμεϊ οὗτοι δῆμοι τοῦ Γεδσων
Unchecked Copy BoxNum 3:22 - ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν παντὸς ἀρσενικοῦ ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπίσκεψις αὐτῶν ἑπτακισχίλιοι καὶ πεντακόσιοι
Unchecked Copy BoxNum 3:23 - καὶ υἱοὶ Γεδσων ὀπίσω τῆς σκηνῆς παρὰ θάλασσαν παρεμβαλοῦσιν
Unchecked Copy BoxNum 3:24 - καὶ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Γεδσων Ελισαφ υἱὸς Λαηλ
Unchecked Copy BoxNum 3:25 - καὶ φυλακὴ υἱῶν Γεδσων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου σκηνὴ καὶ τὸ κάλυμμα καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
Unchecked Copy BoxNum 3:26 - καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ
Unchecked Copy BoxNum 3:27 - τῷ Κααθ δῆμος Αμραμις καὶ δῆμος Σααρις καὶ δῆμος Χεβρωνις καὶ δῆμος Οζιηλις οὗτοί εἰσιν δῆμοι τοῦ Κααθ
Unchecked Copy BoxNum 3:28 - κατὰ ἀριθμὸν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ὀκτακισχίλιοι καὶ ἑξακόσιοι φυλάσσοντες τὰς φυλακὰς τῶν ἁγίων
Unchecked Copy BoxNum 3:29 - οἱ δῆμοι τῶν υἱῶν Κααθ παρεμβαλοῦσιν ἐκ πλαγίων τῆς σκηνῆς κατὰ λίβα
Unchecked Copy BoxNum 3:30 - καὶ ἄρχων οἴκου πατριῶν τῶν δήμων τοῦ Κααθ Ελισαφαν υἱὸς Οζιηλ
Unchecked Copy BoxNum 3:31 - καὶ φυλακὴ αὐτῶν κιβωτὸς καὶ τράπεζα καὶ λυχνία καὶ τὰ θυσιαστήρια καὶ τὰ σκεύη τοῦ ἁγίου ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς καὶ τὸ κατακάλυμμα καὶ πάντα τὰ ἔργα αὐτῶν
Unchecked Copy BoxNum 3:32 - καὶ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν Λευιτῶν Ελεαζαρ υἱὸς Ααρων τοῦ ἱερέως καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τῶν ἁγίων
Unchecked Copy BoxNum 3:33 - τῷ Μεραρι δῆμος Μοολι καὶ δῆμος Μουσι οὗτοί εἰσιν δῆμοι Μεραρι
Unchecked Copy BoxNum 3:34 - ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμόν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἑξακισχίλιοι καὶ πεντήκοντα
Unchecked Copy BoxNum 3:35 - καὶ ἄρχων οἴκου πατριῶν τοῦ δήμου τοῦ Μεραρι Σουριηλ υἱὸς Αβιχαιλ ἐκ πλαγίων τῆς σκηνῆς παρεμβαλοῦσιν πρὸς βορρᾶν
Unchecked Copy BoxNum 3:36 - ἐπίσκεψις ἡ φυλακὴ υἱῶν Μεραρι τὰς κεφαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ τὰ ἔργα αὐτῶν
Unchecked Copy BoxNum 3:37 - καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους καὶ τοὺς κάλους αὐτῶν
Unchecked Copy BoxNum 3:38 - καὶ οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπ᾽ ἀνατολῆς Μωυσῆς καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ φυλάσσοντες τὰς φυλακὰς τοῦ ἁγίου εἰς τὰς φυλακὰς τῶν υἱῶν Ισραηλ καὶ ἀλλογενὴς ἁπτόμενος ἀποθανεῖται
Unchecked Copy BoxNum 3:39 - πᾶσα ἐπίσκεψις τῶν Λευιτῶν οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ φωνῆς κυρίου κατὰ δήμους αὐτῶν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω δύο καὶ εἴκοσι χιλιάδες
Unchecked Copy BoxNum 3:40 - καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων ἐπίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Ισραηλ ἀπὸ μηνιαίου καὶ ἐπάνω καὶ λαβὲ τὸν ἀριθμὸν ἐξ ὀνόματος
Unchecked Copy BoxNum 3:41 - καὶ λήμψῃ τοὺς Λευίτας ἐμοί ἐγὼ κύριος ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ πάντων τῶν πρωτοτόκων ἐν τοῖς κτήνεσιν τῶν υἱῶν Ισραηλ
Unchecked Copy BoxNum 3:42 - καὶ ἐπεσκέψατο Μωυσῆς ὃν τρόπον ἐνετείλατο κύριος πᾶν πρωτότοκον ἐν τοῖς υἱοῖς Ισραηλ
Unchecked Copy BoxNum 3:43 - καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες τρεῖς καὶ ἑβδομήκοντα καὶ διακόσιοι
Unchecked Copy BoxNum 3:44 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxNum 3:45 - λαβὲ τοὺς Λευίτας ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται ἐγὼ κύριος
Unchecked Copy BoxNum 3:46 - καὶ τὰ λύτρα τριῶν καὶ ἑβδομήκοντα καὶ διακοσίων οἱ πλεονάζοντες παρὰ τοὺς Λευίτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ
Unchecked Copy BoxNum 3:47 - καὶ λήμψῃ πέντε σίκλους κατὰ κεφαλήν κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήμψῃ εἴκοσι ὀβολοὺς τοῦ σίκλου
Unchecked Copy BoxNum 3:48 - καὶ δώσεις τὸ ἀργύριον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λύτρα τῶν πλεοναζόντων ἐν αὐτοῖς
Unchecked Copy BoxNum 3:49 - καὶ ἔλαβεν Μωυσῆς τὸ ἀργύριον τὰ λύτρα τῶν πλεοναζόντων εἰς τὴν ἐκλύτρωσιν τῶν Λευιτῶν
Unchecked Copy BoxNum 3:50 - παρὰ τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ ἔλαβεν τὸ ἀργύριον χιλίους τριακοσίους ἑξήκοντα πέντε σίκλους κατὰ τὸν σίκλον τὸν ἅγιον
Unchecked Copy BoxNum 3:51 - καὶ ἔδωκεν Μωυσῆς τὰ λύτρα τῶν πλεοναζόντων Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ φωνῆς κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan