TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Αποκάλυψη (Revelation) 19 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxRev 19:1 - καὶ μετὰ ταῦτα ἤκουσα φωνὴν ὄχλου πολλοῦ μεγάλην ἐν τῷ οὐρανῷ λεγόντος, Ἁλληλουϊά· σωτηρία καὶ δόξα καὶ τιμὴ καὶ δύναμις Κυρίῳ τῷ Θεῷ ἡμῶν
Unchecked Copy BoxRev 19:2 - ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ τῆς χειρὸς αὐτῆς
Unchecked Copy BoxRev 19:3 - καὶ δεύτερον εἴρηκαν Ἁλληλουϊά· καὶ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων
Unchecked Copy BoxRev 19:4 - καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι καὶ τέσσαρες καὶ τὰ τέσσαρα ζῷα καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, λέγοντες Ἀμήν Ἁλληλουϊά
Unchecked Copy BoxRev 19:5 - Καὶ φωνὴ ἐκ τοῦ θρόνου ἐξῆλθεν λέγουσα Αἰνεῖτε τὸν Θεὸν ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ καὶ οἱ φοβούμενοι αὐτόν καὶ οἱ μικροὶ καὶ οἱ μεγάλοι
Unchecked Copy BoxRev 19:6 - καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν λεγόντας, Ἁλληλουϊά ὅτι ἐβασίλευσεν κύριος θεὸς παντοκράτωρ
Unchecked Copy BoxRev 19:7 - χαίρωμεν καὶ ἀγαλλιῶμεθα, καὶ δῶμεν τὴν δόξαν αὐτῷ ὅτι ἦλθεν γάμος τοῦ ἀρνίου καὶ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν
Unchecked Copy BoxRev 19:8 - καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον καθαρόν· καὶ λαμπρὸν τὸ γὰρ βύσσινον τὰ δικαιώματα ἐστίν τῶν ἁγίων
Unchecked Copy BoxRev 19:9 - Καὶ λέγει μοι Γράψον· Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι καὶ λέγει μοι Οὗτοι οἱ λόγοι ἀληθινοὶ εἰσιν τοῦ θεοῦ
Unchecked Copy BoxRev 19:10 - καὶ ἔπεσον ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ καὶ λέγει μοι Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν τοῦ Ἰησοῦ· τῷ θεῷ προσκύνησον γὰρ μαρτυρία τοῦ Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας
Unchecked Copy BoxRev 19:11 - Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἰδού, ἵππος λευκός καὶ καθήμενος ἐπ᾽ αὐτὸν καλούμενος πιστὸς καὶ ἀληθινός καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ
Unchecked Copy BoxRev 19:12 - οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά ἔχων ὄνομα γεγραμμένον οὐδεὶς οἶδεν εἰ μὴ αὐτός
Unchecked Copy BoxRev 19:13 - καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ λόγος τοῦ θεοῦ
Unchecked Copy BoxRev 19:14 - καὶ τὰ στρατεύματα ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ᾽ ἵπποις λευκοῖς ἐνδεδυμένοι βύσσινον λευκὸν καὶ καθαρόν
Unchecked Copy BoxRev 19:15 - καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα ἵνα ἐν αὐτῇ πατάσσῃ τὰ ἔθνη καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ καὶ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος
Unchecked Copy BoxRev 19:16 - καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ τὸ ὄνομα γεγραμμένον· Βασιλεὺς βασιλέων καὶ κύριος κυρίων
Unchecked Copy BoxRev 19:17 - Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ καὶ ἔκραξεν φωνῇ μεγάλῃ λέγων πᾶσιν τοῖς ὀρνέοις τοῖς πετωμένοις ἐν μεσουρανήματι, Δεῦτε Καὶ συνάγεσθε εἰς τὸ δεῖπνον τοῦ μεγάλου θεοῦ
Unchecked Copy BoxRev 19:18 - ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾽ αὐτῶν καὶ σάρκας πάντων ἐλευθέρων καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων
Unchecked Copy BoxRev 19:19 - Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ
Unchecked Copy BoxRev 19:20 - καὶ ἐπιάσθη τὸ θηρίον καὶ μετὰ τοὐτοῦ ψευδοπροφήτης ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν τῷ θείῳ
Unchecked Copy BoxRev 19:21 - καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐκπορευομένῃ ἐκ τοῦ στόματος αὐτοῦ καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan