Choose a new font size and typeface

Customize your font sizeIncrease your font sizeDecrease your font sizeReturn to default font size

Choose a Bible text color
Read the Bible in blackRead the Bible in dark blueRead the Bible in blue

Customize your text type
Arial font
Trebuchet MS font
Georgia font
Times New Roman font

Customize your Hebrew text type
SBL Hebrew font
Times New Roman font
Arial font

Customize your Greek text type
Gentium font
Times New Roman font
Arial font

Close font preferences
The Blue Letter Bible
Copy Cite Print
Version Selector Up Arrow

Cite this page

MLA format Copy link to clipboard

Note: MLA no longer requires the URL as part of their citation standard. Individual instructors or editors may still require the use of URLs.

APA format Copy link to clipboard
Chicago format Copy link to clipboard
Close
Version Selector Up Arrow

Share this page using one of these tools:

facebook twitter

googleplus pinterest

reddit tumblr linkedin


Or email this page to a friend:

BLB Searches
Search the Bible
Search LXX
KJVNKJVNLTNIVESVCSBNASB
Version Selector Up Arrow NETRSVASVYLTDBYWEBHNV
RVR60VULWLCLXXmGNTTR  
 [?]

Advanced Options

Search a pre-defined list


OR Select a range of biblical books

From:

To:


OR Custom Selection:

Use semicolons to separate groups: 'Gen;Jdg;Psa-Mal' or 'Rom 3-12;Mat 1:15;Mat 5:12-22'

LexiConc
 [?]
 

Advanced Options

Exact Match
Beginning of the Word
Any Part of the Word
Theological FAQs
 [?]
 
Multi-Verse Retrieval
x
Search LXX
KJVNKJVNLTNIVESVCSBNASB
Version Selector Up Arrow NETRSVASVYLTDBYWEBHNV
RVR60VULWLCLXXmGNTTR  

Line-By-Line Order:
Line-By-Line Verse-Reference  Verse-Reference
Line-By-Line Reference-Verse  Reference-Verse
Line-By-Line Separate Line  Separate Line
Line-By-Line Verse Only  Verse Only
Line-By-Line Reference Only  Reference Only
Reference Delimiters:
No Reference Delimiters  None — Jhn 1:1 KJV
Square Reference Delimiters  Square — [Jhn 1:1 KJV]
Curly Reference Delimiters  Curly — {Jhn 1:1 KJV}
Parenthesis Reference Delimiters  Parens — (Jhn 1:1 KJV)
Paragraph Order:
Paragraph Verse-Reference  Verse-Reference
Paragraph Reference-Verse  Reference-Verse
Paragraph Reference-Only  Reference-Only
Number Delimiters:*
No Verse Numbers  No Number
No Verse Delimeters  No Delimiter — 15
Square Verse Delimiters  Square — [15]
Curly Verse Delimiters  Curly — {15}
Parenthesis Verse Delimiters  Parens — (15)
Other Options:
Abbreviate Books  Abbreviate Books
Quotes Around Verses  Quotes around Verses
Remove Square Brackets  Remove Square Brackets
 
Sort Canonically  Sort Canonically

* 'Number Delimiters' only apply to 'Paragraph Order'

Let's Connect
x

Connect on Facebook Connect on Twitter Connect on Instagram Connect on Pinterest Connect on YouTube

Subscribe to our Newsletter

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one’s mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Melachim1 (1 Kings) 18 :: Septuagint (LXX)

toggle collapse
Listen to the Bible

Unchecked Copy Box1Ki 18:1 - καὶ ἐγένετο μεθ᾽ ἡμέρας πολλὰς καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς Ηλιου ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων πορεύθητι καὶ ὄφθητι τῷ Αχααβ καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς

Unchecked Copy Box1Ki 18:2 - καὶ ἐπορεύθη Ηλιου τοῦ ὀφθῆναι τῷ Αχααβ καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ

Unchecked Copy Box1Ki 18:3 - καὶ ἐκάλεσεν Αχααβ τὸν Αβδιου τὸν οἰκονόμον καὶ Αβδιου ἦν φοβούμενος τὸν κύριον σφόδρα

Unchecked Copy Box1Ki 18:4 - καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔλαβεν Αβδιου ἑκατὸν ἄνδρας προφήτας καὶ ἔκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι

Unchecked Copy Box1Ki 18:5 - καὶ εἶπεν Αχααβ πρὸς Αβδιου δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν κτηνῶν

Unchecked Copy Box1Ki 18:6 - καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν Αχααβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ μόνος καὶ Αβδιου ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος

Unchecked Copy Box1Ki 18:7 - καὶ ἦν Αβδιου ἐν τῇ ὁδῷ μόνος καὶ ἦλθεν Ηλιου εἰς συνάντησιν αὐτοῦ μόνος καὶ Αβδιου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν εἰ σὺ εἶ αὐτός κύριέ μου Ηλιου

Unchecked Copy Box1Ki 18:8 - καὶ εἶπεν Ηλιου αὐτῷ ἐγώ πορεύου λέγε τῷ κυρίῳ σου ἰδοὺ Ηλιου

Unchecked Copy Box1Ki 18:9 - καὶ εἶπεν Αβδιου τί ἡμάρτηκα ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα Αχααβ τοῦ θανατῶσαί με

Unchecked Copy Box1Ki 18:10 - ζῇ κύριος ὁ θεός σου εἰ ἔστιν ἔθνος ἢ βασιλεία οὗ οὐκ ἀπέσταλκεν ὁ κύριός μου ζητεῖν σε καὶ εἶπον οὐκ ἔστιν καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς ὅτι οὐχ εὕρηκέν σε

Unchecked Copy Box1Ki 18:11 - καὶ νῦν σὺ λέγεις πορεύου ἀνάγγελλε τῷ κυρίῳ σου ἰδοὺ Ηλιου

Unchecked Copy Box1Ki 18:12 - καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ καὶ πνεῦμα κυρίου ἀρεῖ σε εἰς γῆν ἣν οὐκ οἶδα καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Αχααβ καὶ ἀποκτενεῖ με καὶ ὁ δοῦλός σού ἐστιν φοβούμενος τὸν κύριον ἐκ νεότητος αὐτοῦ

Unchecked Copy Box1Ki 18:13 - ἦ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν κυρίου ἑκατὸν ἄνδρας ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι

Unchecked Copy Box1Ki 18:14 - καὶ νῦν σὺ λέγεις μοι πορεύου λέγε τῷ κυρίῳ σου ἰδοὺ Ηλιου καὶ ἀποκτενεῖ με

Unchecked Copy Box1Ki 18:15 - καὶ εἶπεν Ηλιου ζῇ κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ ὅτι σήμερον ὀφθήσομαι αὐτῷ

Unchecked Copy Box1Ki 18:16 - καὶ ἐπορεύθη Αβδιου εἰς συναντὴν τῷ Αχααβ καὶ ἀπήγγειλεν αὐτῷ καὶ ἐξέδραμεν Αχααβ καὶ ἐπορεύθη εἰς συνάντησιν Ηλιου

Unchecked Copy Box1Ki 18:17 - καὶ ἐγένετο ὡς εἶδεν Αχααβ τὸν Ηλιου καὶ εἶπεν Αχααβ πρὸς Ηλιου εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν Ισραηλ

Unchecked Copy Box1Ki 18:18 - καὶ εἶπεν Ηλιου οὐ διαστρέφω τὸν Ισραηλ ὅτι ἀλλ᾽ ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν κύριον θεὸν ὑμῶν καὶ ἐπορεύθης ὀπίσω τῶν Βααλιμ

Unchecked Copy Box1Ki 18:19 - καὶ νῦν ἀπόστειλον συνάθροισον πρός με πάντα Ισραηλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους ἐσθίοντας τράπεζαν Ιεζαβελ

Unchecked Copy Box1Ki 18:20 - καὶ ἀπέστειλεν Αχααβ εἰς πάντα Ισραηλ καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον

Unchecked Copy Box1Ki 18:21 - καὶ προσήγαγεν Ηλιου πρὸς πάντας καὶ εἶπεν αὐτοῖς Ηλιου ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ᾽ ἀμφοτέραις ταῖς ἰγνύαις εἰ ἔστιν κύριος ὁ θεός πορεύεσθε ὀπίσω αὐτοῦ εἰ δὲ ὁ Βααλ αὐτός πορεύεσθε ὀπίσω αὐτοῦ καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον

Unchecked Copy Box1Ki 18:22 - καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ κυρίου μονώτατος καὶ οἱ προφῆται τοῦ Βααλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι

Unchecked Copy Box1Ki 18:23 - δότωσαν ἡμῖν δύο βόας καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιθέτωσαν καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον καὶ πῦρ οὐ μὴ ἐπιθῶ

Unchecked Copy Box1Ki 18:24 - καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι κυρίου τοῦ θεοῦ μου καὶ ἔσται ὁ θεός ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί οὗτος θεός καὶ ἀπεκρίθησαν πᾶς ὁ λαὸς καὶ εἶπον καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας

Unchecked Copy Box1Ki 18:25 - καὶ εἶπεν Ηλιου τοῖς προφήταις τῆς αἰσχύνης ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρῶτοι ὅτι πολλοὶ ὑμεῖς καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν καὶ πῦρ μὴ ἐπιθῆτε

Unchecked Copy Box1Ki 18:26 - καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βααλ ἐκ πρωίθεν ἕως μεσημβρίας καὶ εἶπον ἐπάκουσον ἡμῶν ὁ Βααλ ἐπάκουσον ἡμῶν καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου οὗ ἐποίησαν

Unchecked Copy Box1Ki 18:27 - καὶ ἐγένετο μεσημβρίᾳ καὶ ἐμυκτήρισεν αὐτοὺς Ηλιου ὁ Θεσβίτης καὶ εἶπεν ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ ὅτι θεός ἐστιν ὅτι ἀδολεσχία αὐτῷ ἐστιν καὶ ἅμα μήποτε χρηματίζει αὐτός ἢ μήποτε καθεύδει αὐτός καὶ ἐξαναστήσεται

Unchecked Copy Box1Ki 18:28 - καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ᾽ αὐτούς

Unchecked Copy Box1Ki 18:29 - καὶ ἐπροφήτευον ἕως οὗ παρῆλθεν τὸ δειλινόν καὶ ἐγένετο ὡς ὁ καιρὸς τοῦ ἀναβῆναι τὴν θυσίαν καὶ οὐκ ἦν φωνή καὶ ἐλάλησεν Ηλιου ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων λέγων μετάστητε ἀπὸ τοῦ νῦν καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου καὶ μετέστησαν καὶ ἀπῆλθον

Unchecked Copy Box1Ki 18:30 - καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν προσαγάγετε πρός με καὶ προσήγαγεν πᾶς ὁ λαὸς πρὸς αὐτόν

Unchecked Copy Box1Ki 18:31 - καὶ ἔλαβεν Ηλιου δώδεκα λίθους κατ᾽ ἀριθμὸν φυλῶν τοῦ Ισραηλ ὡς ἐλάλησεν κύριος πρὸς αὐτὸν λέγων Ισραηλ ἔσται τὸ ὄνομά σου

Unchecked Copy Box1Ki 18:32 - καὶ ᾠκοδόμησεν τοὺς λίθους ἐν ὀνόματι κυρίου καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον καὶ ἐποίησεν θααλα χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου

Unchecked Copy Box1Ki 18:33 - καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν καὶ ἐμέλισεν τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον

Unchecked Copy Box1Ki 18:34 - καὶ εἶπεν λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας καὶ ἐποίησαν οὕτως καὶ εἶπεν δευτερώσατε καὶ ἐδευτέρωσαν καὶ εἶπεν τρισσώσατε καὶ ἐτρίσσευσαν

Unchecked Copy Box1Ki 18:35 - καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου καὶ τὴν θααλα ἔπλησαν ὕδατος

Unchecked Copy Box1Ki 18:36 - καὶ ἀνεβόησεν Ηλιου εἰς τὸν οὐρανὸν καὶ εἶπεν κύριε ὁ θεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου σήμερον ἐν πυρί καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος ὅτι σὺ εἶ κύριος ὁ θεὸς Ισραηλ κἀγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα

Unchecked Copy Box1Ki 18:37 - ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου ἐν πυρί καὶ γνώτω ὁ λαὸς οὗτος ὅτι σὺ εἶ κύριος ὁ θεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω

Unchecked Copy Box1Ki 18:38 - καὶ ἔπεσεν πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θααλα καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλιξεν τὸ πῦρ

Unchecked Copy Box1Ki 18:39 - καὶ ἔπεσεν πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον ἀληθῶς κύριός ἐστιν ὁ θεός αὐτὸς ὁ θεός

Unchecked Copy Box1Ki 18:40 - καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν συλλάβετε τοὺς προφήτας τοῦ Βααλ μηθεὶς σωθήτω ἐξ αὐτῶν καὶ συνέλαβον αὐτούς καὶ κατάγει αὐτοὺς Ηλιου εἰς τὸν χειμάρρουν Κισων καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ

Unchecked Copy Box1Ki 18:41 - καὶ εἶπεν Ηλιου τῷ Αχααβ ἀνάβηθι καὶ φάγε καὶ πίε ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ

Unchecked Copy Box1Ki 18:42 - καὶ ἀνέβη Αχααβ τοῦ φαγεῖν καὶ πιεῖν καὶ Ηλιου ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν καὶ ἔθηκεν τὸ πρόσωπον ἑαυτοῦ ἀνὰ μέσον τῶν γονάτων ἑαυτοῦ

Unchecked Copy Box1Ki 18:43 - καὶ εἶπεν τῷ παιδαρίῳ αὑτοῦ ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἶπεν οὐκ ἔστιν οὐθέν καὶ εἶπεν Ηλιου καὶ σὺ ἐπίστρεψον ἑπτάκι καὶ ἐπέστρεψεν τὸ παιδάριον ἑπτάκι

Unchecked Copy Box1Ki 18:44 - καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ καὶ εἶπεν ἀνάβηθι καὶ εἰπὸν τῷ Αχααβ ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι μὴ καταλάβῃ σε ὁ ὑετός

Unchecked Copy Box1Ki 18:45 - καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε καὶ ὁ οὐρανὸς συνεσκότασεν νεφέλαις καὶ πνεύματι καὶ ἐγένετο ὑετὸς μέγας καὶ ἔκλαιεν καὶ ἐπορεύετο Αχααβ εἰς Ιεζραελ

Unchecked Copy Box1Ki 18:46 - καὶ χεὶρ κυρίου ἐπὶ τὸν Ηλιου καὶ συνέσφιγξεν τὴν ὀσφὺν αὐτοῦ καὶ ἔτρεχεν ἔμπροσθεν Αχααβ ἕως Ιεζραελ

LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

View Desktop Site

 
 
Home
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
KJVNKJVNLTNIVESVCSBNASB
Version Selector Up Arrow NETRSVASVYLTDBYWEBHNV
RVR60VULWLCLXXmGNTTR  

Search a pre-defined list


OR Select a range of biblical books

From:

To:


OR Custom Selection:

Use semicolons to separate groups:
'Gen;Jdg;Psa-Mal' or 'Rom 3-12;Mat 1:15;Mat 5:12-22'

Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Version Selector Up Arrow
Version Selector Up Arrow

Cite this page

MLA format Copy link to clipboard

Note: MLA no longer requires the URL as part of their citation standard. Individual instructors or editors may still require the use of URLs.

APA format Copy link to clipboard
Chicago format Copy link to clipboard
Close
Share this pageFollow the BLB
Version Selector Up Arrow

Share this page using one of these tools:

facebooktwitter

googlepluspinterest

reddittumblrlinkedin


Or email this page to a friend:

Version Selector Up Arrow

Follow the Blue Letter Bible on:

facebooktwitter

pinterestgoogle+


Or subscribe to our Newsletter:

Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1
Line-By-Line Order:
Line-By-Line Verse-Reference  Verse-Reference
Line-By-Line Reference-Verse  Reference-Verse
Line-By-Line Separate Line  Separate Line
Line-By-Line Verse Only  Verse Only
Line-By-Line Reference Only  Reference Only
Reference Delimiters:
No Reference Delimiters  None — Jhn 1:1 KJV
Square Reference Delimiters  Square — [Jhn 1:1 KJV]
Curly Reference Delimiters  Curly — {Jhn 1:1 KJV}
Parenthesis Reference Delimiters  Parens — (Jhn 1:1 KJV)
Paragraph Order:
Paragraph Verse-Reference  Verse-Reference
Paragraph Reference-Verse  Reference-Verse
Paragraph Reference-Only  Reference-Only
Number Delimiters:*
No Verse Numbers  No Number
No Verse Delimeters  No Delimiter — 15
Square Verse Delimiters  Square — [15]
Curly Verse Delimiters  Curly — {15}
Parenthesis Verse Delimiters  Parens — (15)
Other Options:
Abbreviate Books  Abbreviate Books
Quotes Around Verses  Quotes Around Verses
Remove Square Brackets  Remove Square Brackets
 
Select All Verses
Clear All Verses

* 'Number Delimiters' only apply to 'Paragraph Order'

Loading...

Interlinear
Bibles
Cross-Refs
Commentaries
Dictionaries
Miscellaneous
Verse Tools Arrow
Login to your account

Email / username or password was incorrect!

Check your email for password retrieval

 

Complete the form below to register  [?]

Error: That Email is already registered

Error: Please provide a valid Email

Error: Passwords should have at least 6 characters

Error: Passwords do not match

Error: Please provide a valid first name

Error: That username is already taken

Error: Usernames should only contain letters, numbers, dots, dashes, or underscores

[ Cancel ]← Login to Your Account

Passwords should have at least 6 characters.
Usernames should only contain letters, numbers, dots, dashes, or underscores.

Thank you for registering. A verification email has been sent to the address you provided.

Error: That Email / Username is not registered

Enter Your Email or UsernameUsername or Email Address

 

← Return to Login

Close LoginCLOSE
Tap to Close