LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Α΄ Βασιλέων (1 Kings) 2 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy Box1Ki 2:1 - καὶ ἤγγισαν αἱ ἡμέραι Δαυιδ ἀποθανεῖν αὐτόν καὶ ἐνετείλατο τῷ Σαλωμων υἱῷ αὐτοῦ λέγων
Unchecked Copy Box1Ki 2:2 - ἐγώ εἰμι πορεύομαι ἐν ὁδῷ πάσης τῆς γῆς καὶ ἰσχύσεις καὶ ἔσῃ εἰς ἄνδρα
Unchecked Copy Box1Ki 2:3 - καὶ φυλάξεις τὴν φυλακὴν κυρίου τοῦ θεοῦ σου τοῦ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν νόμῳ Μωυσέως ἵνα συνίῃς ποιήσεις κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι
Unchecked Copy Box1Ki 2:4 - ἵνα στήσῃ κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν λέγων ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιον ἐμοῦ ἐν ἀληθείᾳ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν λέγων οὐκ ἐξολεθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ισραηλ
Unchecked Copy Box1Ki 2:5 - καί γε σὺ ἔγνως ὅσα ἐποίησέν μοι Ιωαβ υἱὸς Σαρουιας ὅσα ἐποίησεν τοῖς δυσὶν ἄρχουσιν τῶν δυνάμεων Ισραηλ τῷ Αβεννηρ υἱῷ Νηρ καὶ τῷ Αμεσσαϊ υἱῷ Ιεθερ καὶ ἀπέκτεινεν αὐτοὺς καὶ ἔταξεν τὰ αἵματα πολέμου ἐν εἰρήνῃ καὶ ἔδωκεν αἷμα ἀθῷον ἐν τῇ ζώνῃ αὐτοῦ τῇ ἐν τῇ ὀσφύι αὐτοῦ καὶ ἐν τῷ ὑποδήματι αὐτοῦ τῷ ἐν τῷ ποδὶ αὐτοῦ
Unchecked Copy Box1Ki 2:6 - καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου καὶ οὐ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν εἰρήνῃ εἰς ᾅδου
Unchecked Copy Box1Ki 2:7 - καὶ τοῖς υἱοῖς Βερζελλι τοῦ Γαλααδίτου ποιήσεις ἔλεος καὶ ἔσονται ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου ὅτι οὕτως ἤγγισάν μοι ἐν τῷ με ἀποδιδράσκειν ἀπὸ προσώπου Αβεσσαλωμ τοῦ ἀδελφοῦ σου
Unchecked Copy Box1Ki 2:8 - καὶ ἰδοὺ μετὰ σοῦ Σεμεϊ υἱὸς Γηρα υἱὸς τοῦ Ιεμενι ἐκ Βαουριμ καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ ἐπορευόμην εἰς παρεμβολάς καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ιορδάνην καὶ ὤμοσα αὐτῷ ἐν κυρίῳ λέγων εἰ θανατώσω σε ἐν ῥομφαίᾳ
Unchecked Copy Box1Ki 2:9 - καὶ οὐ μὴ ἀθῳώσῃς αὐτόν ὅτι ἀνὴρ σοφὸς εἶ σὺ καὶ γνώσῃ ποιήσεις αὐτῷ καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου
Unchecked Copy Box1Ki 2:10 - καὶ ἐκοιμήθη Δαυιδ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ
Unchecked Copy Box1Ki 2:11 - καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Δαυιδ ἐπὶ τὸν Ισραηλ τεσσαράκοντα ἔτη ἐν Χεβρων ἐβασίλευσεν ἔτη ἑπτὰ καὶ ἐν Ιερουσαλημ τριάκοντα τρία ἔτη
Unchecked Copy Box1Ki 2:12 - καὶ Σαλωμων ἐκάθισεν ἐπὶ τοῦ θρόνου Δαυιδ τοῦ πατρὸς αὐτοῦ υἱὸς ἐτῶν δώδεκα καὶ ἡτοιμάσθη βασιλεία αὐτοῦ σφόδρα
Unchecked Copy Box1Ki 2:13 - καὶ εἰσῆλθεν Αδωνιας υἱὸς Αγγιθ πρὸς Βηρσαβεε μητέρα Σαλωμων καὶ προσεκύνησεν αὐτῇ δὲ εἶπεν εἰρήνη εἴσοδός σου καὶ εἶπεν εἰρήνη
Unchecked Copy Box1Ki 2:14 - λόγος μοι πρὸς σέ καὶ εἶπεν αὐτῷ λάλησον
Unchecked Copy Box1Ki 2:15 - καὶ εἶπεν αὐτῇ σὺ οἶδας ὅτι ἐμοὶ ἦν βασιλεία καὶ ἐπ᾽ ἐμὲ ἔθετο πᾶς Ισραηλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα καὶ ἐστράφη βασιλεία καὶ ἐγενήθη τῷ ἀδελφῷ μου ὅτι παρὰ κυρίου ἐγένετο αὐτῷ
Unchecked Copy Box1Ki 2:16 - καὶ νῦν αἴτησιν μίαν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου καὶ εἶπεν αὐτῷ Βηρσαβεε λάλει
Unchecked Copy Box1Ki 2:17 - καὶ εἶπεν αὐτῇ εἰπὸν δὴ πρὸς Σαλωμων τὸν βασιλέα ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ καὶ δώσει μοι τὴν Αβισακ τὴν Σωμανῖτιν εἰς γυναῖκα
Unchecked Copy Box1Ki 2:18 - καὶ εἶπεν Βηρσαβεε καλῶς ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ
Unchecked Copy Box1Ki 2:19 - καὶ εἰσῆλθεν Βηρσαβεε πρὸς τὸν βασιλέα Σαλωμων λαλῆσαι αὐτῷ περὶ Αδωνιου καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ καὶ κατεφίλησεν αὐτὴν καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ
Unchecked Copy Box1Ki 2:20 - καὶ εἶπεν αὐτῷ αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου καὶ εἶπεν αὐτῇ βασιλεύς αἴτησαι μῆτερ ἐμή ὅτι οὐκ ἀποστρέψω σε
Unchecked Copy Box1Ki 2:21 - καὶ εἶπεν δοθήτω δὲ Αβισακ ἡ Σωμανῖτις τῷ Αδωνια τῷ ἀδελφῷ σου εἰς γυναῖκα
Unchecked Copy Box1Ki 2:22 - καὶ ἀπεκρίθη Σαλωμων ὁ βασιλεὺς καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ καὶ ἵνα τί σὺ ᾔτησαι τὴν Αβισακ τῷ Αδωνια καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν ὅτι οὗτος ἀδελφός μου μέγας ὑπὲρ ἐμέ καὶ αὐτῷ Αβιαθαρ ἱερεὺς καὶ αὐτῷ Ιωαβ ὁ υἱὸς Σαρουιας ὁ ἀρχιστράτηγος ἑταῖρος
Unchecked Copy Box1Ki 2:23 - καὶ ὤμοσεν βασιλεὺς Σαλωμων κατὰ τοῦ κυρίου λέγων τάδε ποιήσαι μοι θεὸς καὶ τάδε προσθείη ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Αδωνιας τὸν λόγον τοῦτον
Unchecked Copy Box1Ki 2:24 - καὶ νῦν ζῇ κύριος ὃς ἡτοίμασέν με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυιδ τοῦ πατρός μου καὶ αὐτὸς ἐποίησέν μοι οἶκον καθὼς ἐλάλησεν κύριος ὅτι σήμερον θανατωθήσεται Αδωνιας
Unchecked Copy Box1Ki 2:25 - καὶ ἐξαπέστειλεν Σαλωμων ὁ βασιλεὺς ἐν χειρὶ Βαναιου υἱοῦ Ιωδαε καὶ ἀνεῖλεν αὐτόν καὶ ἀπέθανεν Αδωνιας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
Unchecked Copy Box1Ki 2:26 - καὶ τῷ Αβιαθαρ τῷ ἱερεῖ εἶπεν βασιλεύς ἀπότρεχε σὺ εἰς Αναθωθ εἰς ἀγρόν σου ὅτι ἀνὴρ θανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ οὐ θανατώσω σε ὅτι ἦρας τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐνώπιον τοῦ πατρός μου καὶ ὅτι ἐκακουχήθης ἐν ἅπασιν οἷς ἐκακουχήθη πατήρ μου
Unchecked Copy Box1Ki 2:27 - καὶ ἐξέβαλεν Σαλωμων τὸν Αβιαθαρ τοῦ μὴ εἶναι ἱερέα τοῦ κυρίου πληρωθῆναι τὸ ῥῆμα κυρίου ἐλάλησεν ἐπὶ τὸν οἶκον Ηλι ἐν Σηλωμ
Unchecked Copy Box1Ki 2:28 - καὶ ἀκοὴ ἦλθεν ἕως Ιωαβ τοῦ υἱοῦ Σαρουιας ὅτι Ιωαβ ἦν κεκλικὼς ὀπίσω Αδωνιου καὶ ὀπίσω Σαλωμων οὐκ ἔκλινεν καὶ ἔφυγεν Ιωαβ εἰς τὸ σκήνωμα τοῦ κυρίου καὶ κατέσχεν τῶν κεράτων τοῦ θυσιαστηρίου
Unchecked Copy Box1Ki 2:29 - καὶ ἀπηγγέλη τῷ Σαλωμων λέγοντες ὅτι ἔφυγεν Ιωαβ εἰς τὴν σκηνὴν τοῦ κυρίου καὶ ἰδοὺ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου καὶ ἀπέστειλεν Σαλωμων πρὸς Ιωαβ λέγων τί γέγονέν σοι ὅτι πέφευγας εἰς τὸ θυσιαστήριον καὶ εἶπεν Ιωαβ ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου καὶ ἔφυγον πρὸς κύριον καὶ ἀπέστειλεν Σαλωμων ὁ βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε λέγων πορεύου καὶ ἄνελε αὐτὸν καὶ θάψον αὐτόν
Unchecked Copy Box1Ki 2:30 - καὶ ἦλθεν Βαναιου υἱὸς Ιωδαε πρὸς Ιωαβ εἰς τὴν σκηνὴν τοῦ κυρίου καὶ εἶπεν αὐτῷ τάδε λέγει βασιλεύς ἔξελθε καὶ εἶπεν Ιωαβ οὐκ ἐκπορεύομαι ὅτι ὧδε ἀποθανοῦμαι καὶ ἀπέστρεψεν Βαναιας υἱὸς Ιωδαε καὶ εἶπεν τῷ βασιλεῖ λέγων τάδε λελάληκεν Ιωαβ καὶ τάδε ἀποκέκριταί μοι
Unchecked Copy Box1Ki 2:31 - καὶ εἶπεν αὐτῷ βασιλεύς πορεύου καὶ ποίησον αὐτῷ καθὼς εἴρηκεν καὶ ἄνελε αὐτὸν καὶ θάψεις αὐτὸν καὶ ἐξαρεῖς σήμερον τὸ αἷμα δωρεὰν ἐξέχεεν Ιωαβ ἀπ᾽ ἐμοῦ καὶ ἀπὸ τοῦ οἴκου τοῦ πατρός μου
Unchecked Copy Box1Ki 2:32 - καὶ ἀπέστρεψεν κύριος τὸ αἷμα τῆς ἀδικίας αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ ὡς ἀπήντησεν τοῖς δυσὶν ἀνθρώποις τοῖς δικαίοις καὶ ἀγαθοῖς ὑπὲρ αὐτὸν καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ῥομφαίᾳ καὶ πατήρ μου Δαυιδ οὐκ ἔγνω τὸ αἷμα αὐτῶν τὸν Αβεννηρ υἱὸν Νηρ ἀρχιστράτηγον Ισραηλ καὶ τὸν Αμεσσα υἱὸν Ιεθερ ἀρχιστράτηγον Ιουδα
Unchecked Copy Box1Ki 2:33 - καὶ ἐπεστράφη τὰ αἵματα αὐτῶν εἰς κεφαλὴν αὐτοῦ καὶ εἰς κεφαλὴν τοῦ σπέρματος αὐτοῦ εἰς τὸν αἰῶνα καὶ τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ καὶ τῷ θρόνῳ αὐτοῦ γένοιτο εἰρήνη ἕως αἰῶνος παρὰ κυρίου
Unchecked Copy Box1Ki 2:34 - καὶ ἀπήντησεν Βαναιου υἱὸς Ιωδαε τῷ Ιωαβ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἔθαψεν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῇ ἐρήμῳ
Unchecked Copy Box1Ki 2:35 - καὶ ἔδωκεν βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε ἀντ᾽ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν καὶ βασιλεία κατωρθοῦτο ἐν Ιερουσαλημ καὶ τὸν Σαδωκ τὸν ἱερέα ἔδωκεν βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Αβιαθαρ
Unchecked Copy Box1Ki 2:36 - καὶ ἐκάλεσεν βασιλεὺς τὸν Σεμεϊ καὶ εἶπεν αὐτῷ οἰκοδόμησον σεαυτῷ οἶκον ἐν Ιερουσαλημ καὶ κάθου ἐκεῖ καὶ οὐκ ἐξελεύσῃ ἐκεῖθεν οὐδαμοῦ
Unchecked Copy Box1Ki 2:37 - καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χειμάρρουν Κεδρων γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου καὶ ὥρκισεν αὐτὸν βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
Unchecked Copy Box1Ki 2:38 - καὶ εἶπεν Σεμεϊ πρὸς τὸν βασιλέα ἀγαθὸν τὸ ῥῆμα ἐλάλησας κύριέ μου βασιλεῦ οὕτω ποιήσει δοῦλός σου καὶ ἐκάθισεν Σεμεϊ ἐν Ιερουσαλημ τρία ἔτη
Unchecked Copy Box1Ki 2:39 - καὶ ἐγενήθη μετὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμεϊ πρὸς Αγχους υἱὸν Μααχα βασιλέα Γεθ καὶ ἀπηγγέλη τῷ Σεμεϊ λέγοντες ἰδοὺ οἱ δοῦλοί σου ἐν Γεθ
Unchecked Copy Box1Ki 2:40 - καὶ ἀνέστη Σεμεϊ καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη εἰς Γεθ πρὸς Αγχους τοῦ ἐκζητῆσαι τοὺς δούλους αὐτοῦ καὶ ἐπορεύθη Σεμεϊ καὶ ἤγαγεν τοὺς δούλους αὐτοῦ ἐκ Γεθ
Unchecked Copy Box1Ki 2:41 - καὶ ἀπηγγέλη τῷ Σαλωμων λέγοντες ὅτι ἐπορεύθη Σεμεϊ ἐξ Ιερουσαλημ εἰς Γεθ καὶ ἀπέστρεψεν τοὺς δούλους αὐτοῦ
Unchecked Copy Box1Ki 2:42 - καὶ ἀπέστειλεν βασιλεὺς καὶ ἐκάλεσεν τὸν Σεμεϊ καὶ εἶπεν πρὸς αὐτόν οὐχὶ ὥρκισά σε κατὰ τοῦ κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων ἐν ἂν ἡμέρᾳ ἐξέλθῃς ἐξ Ιερουσαλημ καὶ πορευθῇς εἰς δεξιὰ εἰς ἀριστερά γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ
Unchecked Copy Box1Ki 2:43 - καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον κυρίου καὶ τὴν ἐντολήν ἣν ἐνετειλάμην κατὰ σοῦ
Unchecked Copy Box1Ki 2:44 - καὶ εἶπεν βασιλεὺς πρὸς Σεμεϊ σὺ οἶδας πᾶσαν τὴν κακίαν σου ἣν ἔγνω καρδία σου ἐποίησας τῷ Δαυιδ τῷ πατρί μου καὶ ἀνταπέδωκεν κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου
Unchecked Copy Box1Ki 2:45 - καὶ βασιλεὺς Σαλωμων ηὐλογημένος καὶ θρόνος Δαυιδ ἔσται ἕτοιμος ἐνώπιον κυρίου εἰς τὸν αἰῶνα
Unchecked Copy Box1Ki 2:46 - καὶ ἐνετείλατο βασιλεὺς Σαλωμων τῷ Βαναια υἱῷ Ιωδαε καὶ ἐξῆλθεν καὶ ἀνεῖλεν αὐτόν καὶ ἀπέθανεν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

1 Kings Chapter 2 — Additional Translations: