The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Divrei-hayamim2 (2 Chronicles) 31 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy Box2Ch 31:1 - καὶ ὡς συνετελέσθη πάντα ταῦτα ἐξῆλθεν πᾶς Ισραηλ οἱ εὑρεθέντες ἐν πόλεσιν Ιουδα καὶ συνέτριψαν τὰς στήλας καὶ ἐξέκοψαν τὰ ἄλση καὶ κατέσπασαν τὰ ὑψηλὰ καὶ τοὺς βωμοὺς ἀπὸ πάσης τῆς Ιουδαίας καὶ Βενιαμιν καὶ ἐξ Εφραιμ καὶ ἀπὸ Μανασση ἕως εἰς τέλος καὶ ἐπέστρεψαν πᾶς Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ εἰς τὰς πόλεις αὐτῶν

Unchecked Copy Box2Ch 31:2 - καὶ ἔταξεν Εζεκιας τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τὰς ἐφημερίας ἑκάστου κατὰ τὴν ἑαυτοῦ λειτουργίαν τοῗς ἱερεῦσιν καὶ τοῗς Λευίταις εἰς τὴν ὁλοκαύτωσιν καὶ εἰς τὴν θυσίαν τοῦ σωτηρίου καὶ αἰνεῗν καὶ ἐξομολογεῗσθαι καὶ λειτουργεῗν ἐν ταῗς πύλαις ἐν ταῗς αὐλαῗς οἴκου κυρίου

Unchecked Copy Box2Ch 31:3 - καὶ μερὶς τοῦ βασιλέως ἐκ τῶν ὑπαρχόντων αὐτοῦ εἰς τὰς ὁλοκαυτώσεις τὴν πρωινὴν καὶ τὴν δειλινὴν καὶ ὁλοκαυτώσεις εἰς σάββατα καὶ εἰς τὰς νουμηνίας καὶ εἰς τὰς ἑορτὰς τὰς γεγραμμένας ἐν τῷ νόμῳ κυρίου

Unchecked Copy Box2Ch 31:4 - καὶ εἶπεν τῷ λαῷ τοῗς κατοικοῦσιν ἐν Ιερουσαλημ δοῦναι τὴν μερίδα τῶν ἱερέων καὶ τῶν Λευιτῶν ὅπως κατισχύσωσιν ἐν τῇ λειτουργίᾳ οἴκου κυρίου

Unchecked Copy Box2Ch 31:5 - καὶ ὡς προσέταξεν τὸν λόγον ἐπλεόνασαν οἱ υἱοὶ Ισραηλ ἀπαρχὴν σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ μέλιτος καὶ πᾶν γένημα ἀγροῦ καὶ ἐπιδέκατα πάντα εἰς πλῆθος ἤνεγκαν

Unchecked Copy Box2Ch 31:6 - οἱ υἱοὶ Ισραηλ καὶ Ιουδα καὶ οἱ κατοικοῦντες ἐν ταῗς πόλεσιν Ιουδα καὶ αὐτοὶ ἤνεγκαν ἐπιδέκατα μόσχων καὶ προβάτων καὶ ἐπιδέκατα αἰγῶν καὶ ἡγίασαν τῷ κυρίῳ θεῷ αὐτῶν καὶ εἰσήνεγκαν καὶ ἔθηκαν σωροὺς σωρούς

Unchecked Copy Box2Ch 31:7 - ἐν τῷ μηνὶ τῷ τρίτῳ ἤρξαντο οἱ σωροὶ θεμελιοῦσθαι καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ συνετελέσθησαν

Unchecked Copy Box2Ch 31:8 - καὶ ἦλθεν Εζεκιας καὶ οἱ ἄρχοντες καὶ εἶδον τοὺς σωροὺς καὶ ηὐλόγησαν τὸν κύριον καὶ τὸν λαὸν αὐτοῦ Ισραηλ

Unchecked Copy Box2Ch 31:9 - καὶ ἐπυνθάνετο Εζεκιας τῶν ἱερέων καὶ τῶν Λευιτῶν ὑπὲρ τῶν σωρῶν

Unchecked Copy Box2Ch 31:10 - καὶ εἶπεν πρὸς αὐτὸν Αζαριας ὁ ἱερεὺς ὁ ἄρχων εἰς οἶκον Σαδωκ καὶ εἶπεν ἐξ οὗ ἦρκται ἡ ἀπαρχὴ φέρεσθαι εἰς οἶκον κυρίου ἐφάγομεν καὶ ἐπίομεν καὶ κατελίπομεν ὅτι κύριος ηὐλόγησεν τὸν λαὸν αὐτοῦ καὶ κατελίπομεν ἔτι τὸ πλῆθος τοῦτο

Unchecked Copy Box2Ch 31:11 - καὶ εἶπεν Εζεκιας ἑτοιμάσαι παστοφόρια εἰς οἶκον κυρίου καὶ ἡτοίμασαν

Unchecked Copy Box2Ch 31:12 - καὶ εἰσήνεγκαν ἐκεῗ τὰς ἀπαρχὰς καὶ τὰ ἐπιδέκατα ἐν πίστει καὶ ἐπ᾽ αὐτῶν ἐπιστάτης Χωνενιας ὁ Λευίτης καὶ Σεμεϊ ὁ ἀδελφὸς αὐτοῦ διαδεχόμενος

Unchecked Copy Box2Ch 31:13 - καὶ Ιιηλ καὶ Οζαζιας καὶ Ναεθ καὶ Ασαηλ καὶ Ιεριμωθ καὶ Ιωζαβαθ καὶ Ελιηλ καὶ Σαμαχια καὶ Μααθ καὶ Βαναιας καὶ οἱ υἱοὶ αὐτοῦ καθεσταμένοι διὰ Χωνενιου καὶ Σεμεϊ τοῦ ἀδελφοῦ αὐτοῦ καθὼς προσέταξεν ὁ βασιλεὺς Εζεκιας καὶ Αζαριας ὁ ἡγούμενος οἴκου κυρίου

Unchecked Copy Box2Ch 31:14 - καὶ Κωρη ὁ τοῦ Ιεμνα ὁ Λευίτης ὁ πυλωρὸς κατὰ ἀνατολὰς ἐπὶ τῶν δομάτων δοῦναι τὰς ἀπαρχὰς κυρίῳ καὶ τὰ ἅγια τῶν ἁγίων

Unchecked Copy Box2Ch 31:15 - διὰ χειρὸς Οδομ καὶ Βενιαμιν καὶ Ἰησοῦς καὶ Σεμεϊ καὶ Αμαριας καὶ Σεχονιας διὰ χειρὸς τῶν ἱερέων ἐν πίστει δοῦναι τοῗς ἀδελφοῗς αὐτῶν κατὰ τὰς ἐφημερίας κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν

Unchecked Copy Box2Ch 31:16 - ἐκτὸς τῆς ἐπιγονῆς τῶν ἀρσενικῶν ἀπὸ τριετοῦς καὶ ἐπάνω παντὶ τῷ εἰσπορευομένῳ εἰς οἶκον κυρίου εἰς λόγον ἡμερῶν εἰς ἡμέραν εἰς λειτουργίαν ἐφημερίαις διατάξεως αὐτῶν

Unchecked Copy Box2Ch 31:17 - οὗτος ὁ καταλοχισμὸς τῶν ἱερέων κατ᾽ οἴκους πατριῶν καὶ οἱ Λευῗται ἐν ταῗς ἐφημερίαις αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐν διατάξει

Unchecked Copy Box2Ch 31:18 - ἐν καταλοχίαις ἐν πάσῃ ἐπιγονῇ υἱῶν αὐτῶν καὶ θυγατέρων αὐτῶν εἰς πᾶν τὸ πλῆθος ὅτι ἐν πίστει ἥγνισαν τὸ ἅγιον

Unchecked Copy Box2Ch 31:19 - τοῗς υἱοῗς Ααρων τοῗς ἱερατεύουσιν καὶ οἱ ἀπὸ τῶν πόλεων αὐτῶν ἐν πάσῃ πόλει καὶ πόλει ἄνδρες οἳ ὠνομάσθησαν ἐν ὀνόματι δοῦναι μερίδα παντὶ ἀρσενικῷ ἐν τοῗς ἱερεῦσιν καὶ παντὶ καταριθμουμένῳ ἐν τοῗς Λευίταις

Unchecked Copy Box2Ch 31:20 - καὶ ἐποίησεν οὕτως Εζεκιας ἐν παντὶ Ιουδα καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐναντίον τοῦ κυρίου θεοῦ αὐτοῦ

Unchecked Copy Box2Ch 31:21 - καὶ ἐν παντὶ ἔργῳ ἐν ᾧ ἤρξατο ἐν ἐργασίᾳ ἐν οἴκῳ κυρίου καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῗς προστάγμασιν ἐξεζήτησεν τὸν θεὸν αὐτοῦ ἐξ ὅλης ψυχῆς αὐτοῦ καὶ ἐποίησεν καὶ εὐοδώθη
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1