LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Β΄ Σαμουήλ (2 Samuel) 1 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy Box2Sa 1:1 - καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαουλ καὶ Δαυιδ ἀνέστρεψεν τύπτων τὸν Αμαληκ καὶ ἐκάθισεν Δαυιδ ἐν Σεκελακ ἡμέρας δύο
Unchecked Copy Box2Sa 1:2 - καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαουλ καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυιδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ
Unchecked Copy Box2Sa 1:3 - καὶ εἶπεν αὐτῷ Δαυιδ πόθεν σὺ παραγίνῃ καὶ εἶπεν πρὸς αὐτόν ἐκ τῆς παρεμβολῆς Ισραηλ ἐγὼ διασέσῳσμαι
Unchecked Copy Box2Sa 1:4 - καὶ εἶπεν αὐτῷ Δαυιδ τίς λόγος οὗτος ἀπάγγειλόν μοι καὶ εἶπεν ὅτι ἔφυγεν λαὸς ἐκ τοῦ πολέμου καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον καὶ ἀπέθανεν καὶ Σαουλ καὶ Ιωναθαν ὁ υἱὸς αὐτοῦ ἀπέθανεν
Unchecked Copy Box2Sa 1:5 - καὶ εἶπεν Δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ πῶς οἶδας ὅτι τέθνηκεν Σαουλ καὶ Ιωναθαν ὁ υἱὸς αὐτοῦ
Unchecked Copy Box2Sa 1:6 - καὶ εἶπεν τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουε καὶ ἰδοὺ Σαουλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ
Unchecked Copy Box2Sa 1:7 - καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέν με καὶ ἐκάλεσέν με καὶ εἶπα ἰδοὺ ἐγώ
Unchecked Copy Box2Sa 1:8 - καὶ εἶπέν μοι τίς εἶ σύ καὶ εἶπα Αμαληκίτης ἐγώ εἰμι
Unchecked Copy Box2Sa 1:9 - καὶ εἶπεν πρός με στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με ὅτι κατέσχεν με σκότος δεινόν ὅτι πᾶσα ψυχή μου ἐν ἐμοί
Unchecked Copy Box2Sa 1:10 - καὶ ἐπέστην ἐπ᾽ αὐτὸν καὶ ἐθανάτωσα αὐτόν ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε
Unchecked Copy Box2Sa 1:11 - καὶ ἐκράτησεν Δαυιδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά καὶ πάντες οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν
Unchecked Copy Box2Sa 1:12 - καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ιουδα καὶ ἐπὶ τὸν οἶκον Ισραηλ ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ
Unchecked Copy Box2Sa 1:13 - καὶ εἶπεν Δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ πόθεν εἶ σύ καὶ εἶπεν υἱὸς ἀνδρὸς παροίκου Αμαληκίτου ἐγώ εἰμι
Unchecked Copy Box2Sa 1:14 - καὶ εἶπεν αὐτῷ Δαυιδ πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν κυρίου
Unchecked Copy Box2Sa 1:15 - καὶ ἐκάλεσεν Δαυιδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν προσελθὼν ἀπάντησον αὐτῷ καὶ ἐπάταξεν αὐτόν καὶ ἀπέθανεν
Unchecked Copy Box2Sa 1:16 - καὶ εἶπεν Δαυιδ πρὸς αὐτόν τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι ἐγὼ ἐθανάτωσα τὸν χριστὸν κυρίου
Unchecked Copy Box2Sa 1:17 - καὶ ἐθρήνησεν Δαυιδ τὸν θρῆνον τοῦτον ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναθαν τὸν υἱὸν αὐτοῦ
Unchecked Copy Box2Sa 1:18 - καὶ εἶπεν τοῦ διδάξαι τοὺς υἱοὺς Ιουδα ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς
Unchecked Copy Box2Sa 1:19 - στήλωσον Ισραηλ ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν πῶς ἔπεσαν δυνατοί
Unchecked Copy Box2Sa 1:20 - μὴ ἀναγγείλητε ἐν Γεθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις Ἀσκαλῶνος μήποτε εὐφρανθῶσιν θυγατέρες ἀλλοφύλων μήποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων
Unchecked Copy Box2Sa 1:21 - ὄρη τὰ ἐν Γελβουε μὴ καταβῇ δρόσος καὶ μὴ ὑετὸς ἐφ᾽ ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν θυρεὸς Σαουλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ
Unchecked Copy Box2Sa 1:22 - ἀφ᾽ αἵματος τραυματιῶν ἀπὸ στέατος δυνατῶν τόξον Ιωναθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω καὶ ῥομφαία Σαουλ οὐκ ἀνέκαμψεν κενή
Unchecked Copy Box2Sa 1:23 - Σαουλ καὶ Ιωναθαν οἱ ἠγαπημένοι καὶ ὡραῖοι οὐ διακεχωρισμένοι εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν
Unchecked Copy Box2Sa 1:24 - θυγατέρες Ισραηλ ἐπὶ Σαουλ κλαύσατε τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν
Unchecked Copy Box2Sa 1:25 - πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου Ιωναθαν ἐπὶ τὰ ὕψη σου τραυματίας
Unchecked Copy Box2Sa 1:26 - ἀλγῶ ἐπὶ σοί ἄδελφέ μου Ιωναθαν ὡραιώθης μοι σφόδρα ἐθαυμαστώθη ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν
Unchecked Copy Box2Sa 1:27 - πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan