LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Μιχαΐας (Amos) 2 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxAmo 2:1 - (LXX 2:1)τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Μωαβ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ᾽ ὧν κατέκαυσαν τὰ ὀστᾶ βασιλέως τῆς Ιδουμαίας εἰς κονίαν
Unchecked Copy BoxAmo 2:2 - (LXX 2:2)καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Μωαβ καὶ καταφάγεται θεμέλια τῶν πόλεων αὐτῆς καὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ Μωαβ μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος
Unchecked Copy BoxAmo 2:3 - (LXX 2:3)καὶ ἐξολεθρεύσω κριτὴν ἐξ αὐτῆς καὶ πάντας τοὺς ἄρχοντας αὐτῆς ἀποκτενῶ μετ᾽ αὐτοῦ λέγει κύριος
Unchecked Copy BoxAmo 2:4 - (LXX 2:4)τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ιουδα καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἕνεκα τοῦ ἀπώσασθαι αὐτοὺς τὸν νόμον κυρίου καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλάξαντο καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν ἐποίησαν οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν
Unchecked Copy BoxAmo 2:5 - (LXX 2:5)καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ιουδαν καὶ καταφάγεται θεμέλια Ιερουσαλημ
Unchecked Copy BoxAmo 2:6 - (LXX 2:6)τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ισραηλ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ᾽ ὧν ἀπέδοντο ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων
Unchecked Copy BoxAmo 2:7 - (LXX 2:7)τὰ πατοῦντα ἐπὶ τὸν χοῦν τῆς γῆς καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην ὅπως βεβηλώσωσιν τὸ ὄνομα τοῦ θεοῦ αὐτῶν
Unchecked Copy BoxAmo 2:8 - (LXX 2:8)καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ θεοῦ αὐτῶν
Unchecked Copy BoxAmo 2:9 - (LXX 2:9)ἐγὼ δὲ ἐξῆρα τὸν Αμορραῖον ἐκ προσώπου αὐτῶν οὗ ἦν καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ καὶ ἰσχυρὸς ἦν ὡς δρῦς καὶ ἐξῆρα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν καὶ τὰς ῥίζας αὐτοῦ ὑποκάτωθεν
Unchecked Copy BoxAmo 2:10 - (LXX 2:10)καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν Αμορραίων
Unchecked Copy BoxAmo 2:11 - (LXX 2:11)καὶ ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν μὴ οὐκ ἔστιν ταῦτα υἱοὶ Ισραηλ λέγει κύριος
Unchecked Copy BoxAmo 2:12 - (LXX 2:12)καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες οὐ μὴ προφητεύσητε
Unchecked Copy BoxAmo 2:13 - (LXX 2:13)διὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν ὃν τρόπον κυλίεται ἡ ἅμαξα ἡ γέμουσα καλάμης
Unchecked Copy BoxAmo 2:14 - (LXX 2:14)καὶ ἀπολεῖται φυγὴ ἐκ δρομέως καὶ κραταιὸς οὐ μὴ κρατήσῃ τῆς ἰσχύος αὐτοῦ καὶ μαχητὴς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ
Unchecked Copy BoxAmo 2:15 - (LXX 2:15)καὶ τοξότης οὐ μὴ ὑποστῇ καὶ ὀξὺς τοῖς ποσὶν αὐτοῦ οὐ μὴ διασωθῇ οὐδὲ ἱππεὺς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ
Unchecked Copy BoxAmo 2:16 - (LXX 2:16)καὶ εὑρήσει τὴν καρδίαν αὐτοῦ ἐν δυναστείαις ὁ γυμνὸς διώξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan