LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Δανιήλ (Daniel) 8 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxDan 8:1 - ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτασαρ τοῦ βασιλέως ὅρασις ὤφθη πρός με ἐγὼ Δανιηλ μετὰ τὴν ὀφθεῖσάν μοι τὴν ἀρχήν
Unchecked Copy BoxDan 8:2 - καὶ ἤμην ἐν Σούσοις τῇ βάρει ἐστιν ἐν χώρᾳ Αιλαμ καὶ εἶδον ἐν ὁράματι καὶ ἤμην ἐπὶ τοῦ Ουβαλ
Unchecked Copy BoxDan 8:3 - καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Ουβαλ καὶ αὐτῷ κέρατα καὶ τὰ κέρατα ὑψηλά καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ᾽ ἐσχάτων
Unchecked Copy BoxDan 8:4 - εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ καὶ οὐκ ἦν ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ καὶ ἐμεγαλύνθη
Unchecked Copy BoxDan 8:5 - καὶ ἐγὼ ἤμην συνίων καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς καὶ τῷ τράγῳ κέρας θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ
Unchecked Copy BoxDan 8:6 - καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος οὗ εἶδον ἑστῶτος ἐνώπιον τοῦ Ουβαλ καὶ ἔδραμεν πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ
Unchecked Copy BoxDan 8:7 - καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ καὶ ἐξηγριάνθη πρὸς αὐτὸν καὶ ἔπαισεν τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν καὶ οὐκ ἦν ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ
Unchecked Copy BoxDan 8:8 - καὶ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα καὶ ἀνέβη κέρατα τέσσαρα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ
Unchecked Copy BoxDan 8:9 - καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθεν κέρας ἓν ἰσχυρὸν καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ πρὸς ἀνατολὴν καὶ πρὸς τὴν δύναμιν
Unchecked Copy BoxDan 8:10 - ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως τοῦ οὐρανοῦ καὶ ἀπὸ τῶν ἄστρων καὶ συνεπάτησεν αὐτά
Unchecked Copy BoxDan 8:11 - καὶ ἕως οὗ ἀρχιστράτηγος ῥύσηται τὴν αἰχμαλωσίαν καὶ δι᾽ αὐτὸν θυσία ἐρράχθη καὶ ἐγενήθη καὶ κατευοδώθη αὐτῷ καὶ τὸ ἅγιον ἐρημωθήσεται
Unchecked Copy BoxDan 8:12 - καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία καὶ ἐρρίφη χαμαὶ δικαιοσύνη καὶ ἐποίησεν καὶ εὐοδώθη
Unchecked Copy BoxDan 8:13 - καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνι τῷ λαλοῦντι ἕως πότε ὅρασις στήσεται θυσία ἀρθεῖσα καὶ ἁμαρτία ἐρημώσεως δοθεῖσα καὶ τὸ ἅγιον καὶ δύναμις συμπατηθήσεται
Unchecked Copy BoxDan 8:14 - καὶ εἶπεν αὐτῷ ἕως ἑσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι καὶ καθαρισθήσεται τὸ ἅγιον
Unchecked Copy BoxDan 8:15 - καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με ἐγὼ Δανιηλ τὴν ὅρασιν καὶ ἐζήτουν σύνεσιν καὶ ἰδοὺ ἔστη ἐνώπιον ἐμοῦ ὡς ὅρασις ἀνδρός
Unchecked Copy BoxDan 8:16 - καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀνὰ μέσον τοῦ Ουβαλ καὶ ἐκάλεσεν καὶ εἶπεν Γαβριηλ συνέτισον ἐκεῖνον τὴν ὅρασιν
Unchecked Copy BoxDan 8:17 - καὶ ἦλθεν καὶ ἔστη ἐχόμενος τῆς στάσεώς μου καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐθαμβήθην καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ εἶπεν πρός με σύνες υἱὲ ἀνθρώπου ἔτι γὰρ εἰς καιροῦ πέρας ὅρασις
Unchecked Copy BoxDan 8:18 - καὶ ἐν τῷ λαλεῖν αὐτὸν μετ᾽ ἐμοῦ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν καὶ ἥψατό μου καὶ ἔστησέν με ἐπὶ πόδας
Unchecked Copy BoxDan 8:19 - καὶ εἶπεν ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ᾽ ἐσχάτων τῆς ὀργῆς ἔτι γὰρ εἰς καιροῦ πέρας ὅρασις
Unchecked Copy BoxDan 8:20 - κριός ὃν εἶδες ἔχων τὰ κέρατα βασιλεὺς Μήδων καὶ Περσῶν
Unchecked Copy BoxDan 8:21 - καὶ τράγος τῶν αἰγῶν βασιλεὺς Ἑλλήνων καὶ τὸ κέρας τὸ μέγα ἦν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ αὐτός ἐστιν βασιλεὺς πρῶτος
Unchecked Copy BoxDan 8:22 - καὶ τοῦ συντριβέντος οὗ ἔστησαν τέσσαρα ὑποκάτω κέρατα τέσσαρες βασιλεῖς ἐκ τοῦ ἔθνους αὐτοῦ ἀναστήσονται καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτοῦ
Unchecked Copy BoxDan 8:23 - καὶ ἐπ᾽ ἐσχάτων τῆς βασιλείας αὐτῶν πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ καὶ συνίων προβλήματα
Unchecked Copy BoxDan 8:24 - καὶ κραταιὰ ἰσχὺς αὐτοῦ καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτοῦ καὶ θαυμαστὰ διαφθερεῖ καὶ κατευθυνεῖ καὶ ποιήσει καὶ διαφθερεῖ ἰσχυροὺς καὶ λαὸν ἅγιον
Unchecked Copy BoxDan 8:25 - καὶ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ δόλος ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐν καρδίᾳ αὐτοῦ μεγαλυνθήσεται καὶ δόλῳ διαφθερεῖ πολλοὺς καὶ ἐπὶ ἀπωλείας πολλῶν στήσεται καὶ ὡς ᾠὰ χειρὶ συντρίψει
Unchecked Copy BoxDan 8:26 - καὶ ὅρασις τῆς ἑσπέρας καὶ τῆς πρωίας τῆς ῥηθείσης ἀληθής ἐστιν καὶ σὺ σφράγισον τὴν ὅρασιν ὅτι εἰς ἡμέρας πολλάς
Unchecked Copy BoxDan 8:27 - καὶ ἐγὼ Δανιηλ ἐκοιμήθην καὶ ἐμαλακίσθην ἡμέρας καὶ ἀνέστην καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως καὶ ἐθαύμαζον τὴν ὅρασιν καὶ οὐκ ἦν συνίων
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan