LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Δευτερονόμιο (Deuteronomy) 2 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxDeu 2:1 - καὶ ἐπιστραφέντες ἀπήραμεν εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν ὃν τρόπον ἐλάλησεν κύριος πρός με καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηιρ ἡμέρας πολλάς
Unchecked Copy BoxDeu 2:2 - καὶ εἶπεν κύριος πρός με
Unchecked Copy BoxDeu 2:3 - ἱκανούσθω ὑμῖν κυκλοῦν τὸ ὄρος τοῦτο ἐπιστράφητε οὖν ἐπὶ βορρᾶν
Unchecked Copy BoxDeu 2:4 - καὶ τῷ λαῷ ἔντειλαι λέγων ὑμεῖς παραπορεύεσθε διὰ τῶν ὁρίων τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ησαυ οἳ κατοικοῦσιν ἐν Σηιρ καὶ φοβηθήσονται ὑμᾶς καὶ εὐλαβηθήσονται ὑμᾶς σφόδρα
Unchecked Copy BoxDeu 2:5 - μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός ὅτι ἐν κλήρῳ δέδωκα τοῖς υἱοῖς Ησαυ τὸ ὄρος τὸ Σηιρ
Unchecked Copy BoxDeu 2:6 - βρώματα ἀργυρίου ἀγοράσατε παρ᾽ αὐτῶν καὶ φάγεσθε καὶ ὕδωρ μέτρῳ λήμψεσθε παρ᾽ αὐτῶν ἀργυρίου καὶ πίεσθε
Unchecked Copy BoxDeu 2:7 - γὰρ κύριος θεὸς ἡμῶν εὐλόγησέν σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἰδοὺ τεσσαράκοντα ἔτη κύριος θεός σου μετὰ σοῦ οὐκ ἐπεδεήθης ῥήματος
Unchecked Copy BoxDeu 2:8 - καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ἡμῶν υἱοὺς Ησαυ τοὺς κατοικοῦντας ἐν Σηιρ παρὰ τὴν ὁδὸν τὴν Αραβα ἀπὸ Αιλων καὶ ἀπὸ Γασιωνγαβερ καὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον Μωαβ
Unchecked Copy BoxDeu 2:9 - καὶ εἶπεν κύριος πρός με μὴ ἐχθραίνετε τοῖς Μωαβίταις καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν ἐν κλήρῳ τοῖς γὰρ υἱοῖς Λωτ δέδωκα τὴν Σηιρ κληρονομεῖν
Unchecked Copy BoxDeu 2:10 - οἱ Ομμιν πρότεροι ἐνεκάθηντο ἐπ᾽ αὐτῆς ἔθνος μέγα καὶ πολὺ καὶ ἰσχύοντες ὥσπερ οἱ Ενακιμ
Unchecked Copy BoxDeu 2:11 - Ραφαϊν λογισθήσονται καὶ οὗτοι ὥσπερ οἱ Ενακιμ καὶ οἱ Μωαβῖται ἐπονομάζουσιν αὐτοὺς Ομμιν
Unchecked Copy BoxDeu 2:12 - καὶ ἐν Σηιρ ἐνεκάθητο ὁ Χορραῖος πρότερον καὶ υἱοὶ Ησαυ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν καὶ κατῳκίσθησαν ἀντ᾽ αὐτῶν ὃν τρόπον ἐποίησεν Ισραηλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ ἣν δέδωκεν κύριος αὐτοῖς
Unchecked Copy BoxDeu 2:13 - νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς καὶ παραπορεύεσθε τὴν φάραγγα Ζαρετ καὶ παρήλθομεν τὴν φάραγγα Ζαρετ
Unchecked Copy BoxDeu 2:14 - καὶ αἱ ἡμέραι ἃς παρεπορεύθημεν ἀπὸ Καδης Βαρνη ἕως οὗ παρήλθομεν τὴν φάραγγα Ζαρετ τριάκοντα καὶ ὀκτὼ ἔτη ἕως οὗ διέπεσεν πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνῄσκοντες ἐκ τῆς παρεμβολῆς καθότι ὤμοσεν αὐτοῖς θεός
Unchecked Copy BoxDeu 2:15 - καὶ χεὶρ τοῦ θεοῦ ἦν ἐπ᾽ αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ τῆς παρεμβολῆς ἕως οὗ διέπεσαν
Unchecked Copy BoxDeu 2:16 - καὶ ἐγενήθη ἐπεὶ διέπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνῄσκοντες ἐκ μέσου τοῦ λαοῦ
Unchecked Copy BoxDeu 2:17 - καὶ ἐλάλησεν κύριος πρός με λέγων
Unchecked Copy BoxDeu 2:18 - σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια Μωαβ τὴν Σηιρ
Unchecked Copy BoxDeu 2:19 - καὶ προσάξετε ἐγγὺς υἱῶν Αμμαν μὴ ἐχθραίνετε αὐτοῖς καὶ μὴ συνάψητε αὐτοῖς εἰς πόλεμον οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν Αμμαν σοὶ ἐν κλήρῳ ὅτι τοῖς υἱοῖς Λωτ δέδωκα αὐτὴν ἐν κλήρῳ
Unchecked Copy BoxDeu 2:20 - γῆ Ραφαϊν λογισθήσεται καὶ γὰρ ἐπ᾽ αὐτῆς κατῴκουν οἱ Ραφαϊν τὸ πρότερον καὶ οἱ Αμμανῖται ὀνομάζουσιν αὐτοὺς Ζομζομμιν
Unchecked Copy BoxDeu 2:21 - ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν ὥσπερ οἱ Ενακιμ καὶ ἀπώλεσεν αὐτοὺς κύριος πρὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ᾽ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης
Unchecked Copy BoxDeu 2:22 - ὥσπερ ἐποίησαν τοῖς υἱοῖς Ησαυ τοῖς κατοικοῦσιν ἐν Σηιρ ὃν τρόπον ἐξέτριψαν τὸν Χορραῖον ἀπὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ᾽ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης
Unchecked Copy BoxDeu 2:23 - καὶ οἱ Ευαῖοι οἱ κατοικοῦντες ἐν ασηρωθ ἕως Γάζης καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ᾽ αὐτῶν
Unchecked Copy BoxDeu 2:24 - νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα Αρνων ἰδοὺ παραδέδωκα εἰς τὰς χεῖράς σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ ἐνάρχου κληρονομεῖν σύναπτε πρὸς αὐτὸν πόλεμον
Unchecked Copy BoxDeu 2:25 - ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ πρόσωπον πάντων τῶν ἐθνῶν τῶν ὑποκάτω τοῦ οὐρανοῦ οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται καὶ ὠδῖνας ἕξουσιν ἀπὸ προσώπου σου
Unchecked Copy BoxDeu 2:26 - καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου Κεδαμωθ πρὸς Σηων βασιλέα Εσεβων λόγοις εἰρηνικοῖς λέγων
Unchecked Copy BoxDeu 2:27 - παρελεύσομαι διὰ τῆς γῆς σου ἐν τῇ ὁδῷ παρελεύσομαι οὐχὶ ἐκκλινῶ δεξιὰ οὐδὲ ἀριστερά
Unchecked Copy BoxDeu 2:28 - βρώματα ἀργυρίου ἀποδώσῃ μοι καὶ φάγομαι καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι καὶ πίομαι πλὴν ὅτι παρελεύσομαι τοῖς ποσίν
Unchecked Copy BoxDeu 2:29 - καθὼς ἐποίησάν μοι οἱ υἱοὶ Ησαυ οἱ κατοικοῦντες ἐν Σηιρ καὶ οἱ Μωαβῖται οἱ κατοικοῦντες ἐν Αροηρ ἕως παρέλθω τὸν Ιορδάνην εἰς τὴν γῆν ἣν κύριος θεὸς ἡμῶν δίδωσιν ἡμῖν
Unchecked Copy BoxDeu 2:30 - καὶ οὐκ ἠθέλησεν Σηων βασιλεὺς Εσεβων παρελθεῖν ἡμᾶς δι᾽ αὐτοῦ ὅτι ἐσκλήρυνεν κύριος θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσεν τὴν καρδίαν αὐτοῦ ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ
Unchecked Copy BoxDeu 2:31 - καὶ εἶπεν κύριος πρός με ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ
Unchecked Copy BoxDeu 2:32 - καὶ ἐξῆλθεν Σηων βασιλεὺς Εσεβων εἰς συνάντησιν ἡμῖν αὐτὸς καὶ πᾶς λαὸς αὐτοῦ εἰς πόλεμον Ιασσα
Unchecked Copy BoxDeu 2:33 - καὶ παρέδωκεν αὐτὸν κύριος θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ
Unchecked Copy BoxDeu 2:34 - καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν οὐ κατελίπομεν ζωγρείαν
Unchecked Copy BoxDeu 2:35 - πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν
Unchecked Copy BoxDeu 2:36 - ἐξ Αροηρ ἥ ἐστιν παρὰ τὸ χεῖλος χειμάρρου Αρνων καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι καὶ ἕως ὄρους τοῦ Γαλααδ οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμᾶς τὰς πάσας παρέδωκεν κύριος θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν
Unchecked Copy BoxDeu 2:37 - πλὴν εἰς γῆν υἱῶν Αμμων οὐ προσήλθομεν πάντα τὰ συγκυροῦντα χειμάρρου Ιαβοκ καὶ τὰς πόλεις τὰς ἐν τῇ ὀρεινῇ καθότι ἐνετείλατο ἡμῖν κύριος θεὸς ἡμῶν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Deuteronomy Chapter 2 — Additional Translations: