Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1
The Blue Letter Bible
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Devarim (Deuteronomy) 27 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
Unchecked Copy BoxDeu 27:1 - καὶ προσέταξεν Μωυσῆς καὶ γερουσία Ισραηλ λέγων φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαι ὑμῗν σήμερον
Unchecked Copy BoxDeu 27:2 - καὶ ἔσται ἂν ἡμέρᾳ διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν ἣν κύριος θεός σου δίδωσίν σοι καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ
Unchecked Copy BoxDeu 27:3 - καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου ὡς ἂν διαβῆτε τὸν Ιορδάνην ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἣν κύριος θεὸς τῶν πατέρων σου δίδωσίν σοι γῆν ῥέουσαν γάλα καὶ μέλι ὃν τρόπον εἶπεν κύριος θεὸς τῶν πατέρων σού σοι
Unchecked Copy BoxDeu 27:4 - καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην στήσετε τοὺς λίθους τούτους οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν ὄρει Γαιβαλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ
Unchecked Copy BoxDeu 27:5 - καὶ οἰκοδομήσεις ἐκεῗ θυσιαστήριον κυρίῳ τῷ θεῷ σου θυσιαστήριον ἐκ λίθων οὐκ ἐπιβαλεῗς ἐπ᾽ αὐτοὺς σίδηρον
Unchecked Copy BoxDeu 27:6 - λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου καὶ ἀνοίσεις ἐπ᾽ αὐτὸ ὁλοκαυτώματα κυρίῳ τῷ θεῷ σου
Unchecked Copy BoxDeu 27:7 - καὶ θύσεις ἐκεῗ θυσίαν σωτηρίου κυρίῳ τῷ θεῷ σου καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου
Unchecked Copy BoxDeu 27:8 - καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα
Unchecked Copy BoxDeu 27:9 - καὶ ἐλάλησεν Μωυσῆς καὶ οἱ ἱερεῗς οἱ Λευῗται παντὶ Ισραηλ λέγοντες σιώπα καὶ ἄκουε Ισραηλ ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν κυρίῳ τῷ θεῷ σου
Unchecked Copy BoxDeu 27:10 - καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον
Unchecked Copy BoxDeu 27:11 - καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων
Unchecked Copy BoxDeu 27:12 - οὗτοι στήσονται εὐλογεῗν τὸν λαὸν ἐν ὄρει Γαριζιν διαβάντες τὸν Ιορδάνην Συμεων Λευι Ιουδας Ισσαχαρ Ιωσηφ καὶ Βενιαμιν
Unchecked Copy BoxDeu 27:13 - καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβαλ Ρουβην Γαδ καὶ Ασηρ Ζαβουλων Δαν καὶ Νεφθαλι
Unchecked Copy BoxDeu 27:14 - καὶ ἀποκριθέντες οἱ Λευῗται ἐροῦσιν παντὶ Ισραηλ φωνῇ μεγάλῃ
Unchecked Copy BoxDeu 27:15 - ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν βδέλυγμα κυρίῳ ἔργον χειρῶν τεχνίτου καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ καὶ ἀποκριθεὶς πᾶς λαὸς ἐροῦσιν γένοιτο
Unchecked Copy BoxDeu 27:16 - ἐπικατάρατος ἀτιμάζων πατέρα αὐτοῦ μητέρα αὐτοῦ καὶ ἐροῦσιν πᾶς λαός γένοιτο
Unchecked Copy BoxDeu 27:17 - ἐπικατάρατος μετατιθεὶς ὅρια τοῦ πλησίον καὶ ἐροῦσιν πᾶς λαός γένοιτο
Unchecked Copy BoxDeu 27:18 - ἐπικατάρατος πλανῶν τυφλὸν ἐν ὁδῷ καὶ ἐροῦσιν πᾶς λαός γένοιτο
Unchecked Copy BoxDeu 27:19 - ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας καὶ ἐροῦσιν πᾶς λαός γένοιτο
Unchecked Copy BoxDeu 27:20 - ἐπικατάρατος κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ ὅτι ἀπεκάλυψεν συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς λαός γένοιτο
Unchecked Copy BoxDeu 27:21 - ἐπικατάρατος κοιμώμενος μετὰ παντὸς κτήνους καὶ ἐροῦσιν πᾶς λαός γένοιτο
Unchecked Copy BoxDeu 27:22 - ἐπικατάρατος κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς ἐκ μητρὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς λαός γένοιτο
Unchecked Copy BoxDeu 27:23 - ἐπικατάρατος κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ καὶ ἐροῦσιν πᾶς λαός γένοιτο ἐπικατάρατος κοιμώμενος μετὰ ἀδελφῆς γυναικὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς λαός γένοιτο
Unchecked Copy BoxDeu 27:24 - ἐπικατάρατος τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ καὶ ἐροῦσιν πᾶς λαός γένοιτο
Unchecked Copy BoxDeu 27:25 - ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου καὶ ἐροῦσιν πᾶς λαός γένοιτο
Unchecked Copy BoxDeu 27:26 - ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμενεῗ ἐν πᾶσιν τοῗς λόγοις τοῦ νόμου τούτου τοῦ ποιῆσαι αὐτούς καὶ ἐροῦσιν πᾶς λαός γένοιτο
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.


Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Blue Letter Bible is a 501(c)(3) nonprofit organization