LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Δευτερονόμιο (Deuteronomy) 28 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Lev 26:1–13; Deu 7:12–24 )
Unchecked Copy BoxDeu 28:1 - καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν ἣν κύριος θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐὰν ἀκοῇ εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον καὶ δώσει σε κύριος θεός σου ὑπεράνω πάντων τῶν ἐθνῶν τῆς γῆς
Unchecked Copy BoxDeu 28:2 - καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσίν σε ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου
Unchecked Copy BoxDeu 28:3 - εὐλογημένος σὺ ἐν πόλει καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ
Unchecked Copy BoxDeu 28:4 - εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου
Unchecked Copy BoxDeu 28:5 - εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου
Unchecked Copy BoxDeu 28:6 - εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε καὶ εὐλογημένος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε
Unchecked Copy BoxDeu 28:7 - παραδῷ κύριος θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σὲ καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου
Unchecked Copy BoxDeu 28:8 - ἀποστείλαι κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοῖς ταμιείοις σου καὶ ἐν πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τῆς γῆς ἧς κύριος θεός σου δίδωσίν σοι
Unchecked Copy BoxDeu 28:9 - ἀναστήσαι σε κύριος θεός σου ἑαυτῷ λαὸν ἅγιον ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου ἐὰν εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς αὐτοῦ
Unchecked Copy BoxDeu 28:10 - καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς ὅτι τὸ ὄνομα κυρίου ἐπικέκληταί σοι καὶ φοβηθήσονταί σε
Unchecked Copy BoxDeu 28:11 - καὶ πληθυνεῖ σε κύριος θεός σου εἰς ἀγαθὰ ἐπὶ τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐπὶ τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐπὶ τοῖς ἐκγόνοις τῶν κτηνῶν σου ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου δοῦναί σοι
Unchecked Copy BoxDeu 28:12 - ἀνοίξαι σοι κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν τὸν οὐρανόν δοῦναι τὸν ὑετὸν τῇ γῇ σου ἐπὶ καιροῦ αὐτοῦ εὐλογῆσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου καὶ δανιεῖς ἔθνεσιν πολλοῖς σὺ δὲ οὐ δανιῇ καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν σοῦ δὲ οὐκ ἄρξουσιν
Unchecked Copy BoxDeu 28:13 - καταστήσαι σε κύριος θεός σου εἰς κεφαλὴν καὶ μὴ εἰς οὐράν καὶ ἔσῃ τότε ἐπάνω καὶ οὐκ ἔσῃ ὑποκάτω ἐὰν ἀκούσῃς τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ σου ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον φυλάσσειν καὶ ποιεῖν
Unchecked Copy BoxDeu 28:14 - οὐ παραβήσῃ ἀπὸ πάντων τῶν λόγων ὧν ἐγὼ ἐντέλλομαί σοι σήμερον δεξιὰ οὐδὲ ἀριστερὰ πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς
(Lev 26:14–46 )
Unchecked Copy BoxDeu 28:15 - καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταλήμψονταί σε
Unchecked Copy BoxDeu 28:16 - ἐπικατάρατος σὺ ἐν πόλει καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ
Unchecked Copy BoxDeu 28:17 - ἐπικατάρατοι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου
Unchecked Copy BoxDeu 28:18 - ἐπικατάρατα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου
Unchecked Copy BoxDeu 28:19 - ἐπικατάρατος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε καὶ ἐπικατάρατος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε
Unchecked Copy BoxDeu 28:20 - ἐξαποστείλαι κύριός σοι τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐπὶ πάντα οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου ὅσα ἐὰν ποιήσῃς ἕως ἂν ἐξολεθρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου διότι ἐγκατέλιπές με
Unchecked Copy BoxDeu 28:21 - προσκολλήσαι κύριος εἰς σὲ τὸν θάνατον ἕως ἂν ἐξαναλώσῃ σε ἀπὸ τῆς γῆς εἰς ἣν σὺ εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν
Unchecked Copy BoxDeu 28:22 - πατάξαι σε κύριος ἀπορίᾳ καὶ πυρετῷ καὶ ῥίγει καὶ ἐρεθισμῷ καὶ φόνῳ καὶ ἀνεμοφθορίᾳ καὶ τῇ ὤχρᾳ καὶ καταδιώξονταί σε ἕως ἂν ἀπολέσωσίν σε
Unchecked Copy BoxDeu 28:23 - καὶ ἔσται σοι οὐρανὸς ὑπὲρ κεφαλῆς σου χαλκοῦς καὶ γῆ ὑποκάτω σου σιδηρᾶ
Unchecked Copy BoxDeu 28:24 - δῴη κύριος τὸν ὑετὸν τῇ γῇ σου κονιορτόν καὶ χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται ἐπὶ σέ ἕως ἂν ἐκτρίψῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε
Unchecked Copy BoxDeu 28:25 - δῴη σε κύριος ἐπικοπὴν ἐναντίον τῶν ἐχθρῶν σου ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτοὺς καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν καὶ ἔσῃ ἐν διασπορᾷ ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς
Unchecked Copy BoxDeu 28:26 - καὶ ἔσονται οἱ νεκροὶ ὑμῶν κατάβρωμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς καὶ οὐκ ἔσται ἀποσοβῶν
Unchecked Copy BoxDeu 28:27 - πατάξαι σε κύριος ἐν ἕλκει Αἰγυπτίῳ ἐν ταῖς ἕδραις καὶ ψώρᾳ ἀγρίᾳ καὶ κνήφῃ ὥστε μὴ δύνασθαί σε ἰαθῆναι
Unchecked Copy BoxDeu 28:28 - πατάξαι σε κύριος παραπληξίᾳ καὶ ἀορασίᾳ καὶ ἐκστάσει διανοίας
Unchecked Copy BoxDeu 28:29 - καὶ ἔσῃ ψηλαφῶν μεσημβρίας ὡσεὶ ψηλαφήσαι τυφλὸς ἐν τῷ σκότει καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου καὶ ἔσῃ τότε ἀδικούμενος καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας καὶ οὐκ ἔσται σοι βοηθῶν
Unchecked Copy BoxDeu 28:30 - γυναῖκα λήμψῃ καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν οἰκίαν οἰκοδομήσεις καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ ἀμπελῶνα φυτεύσεις καὶ οὐ τρυγήσεις αὐτόν
Unchecked Copy BoxDeu 28:31 - μόσχος σου ἐσφαγμένος ἐναντίον σου καὶ οὐ φάγῃ ἐξ αὐτοῦ ὄνος σου ἡρπασμένος ἀπὸ σοῦ καὶ οὐκ ἀποδοθήσεταί σοι τὰ πρόβατά σου δεδομένα τοῖς ἐχθροῖς σου καὶ οὐκ ἔσται σοι βοηθῶν
Unchecked Copy BoxDeu 28:32 - οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου δεδομέναι ἔθνει ἑτέρῳ καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτά καὶ οὐκ ἰσχύσει χείρ σου
Unchecked Copy BoxDeu 28:33 - τὰ ἐκφόρια τῆς γῆς σου καὶ πάντας τοὺς πόνους σου φάγεται ἔθνος οὐκ ἐπίστασαι καὶ ἔσῃ ἀδικούμενος καὶ τεθραυσμένος πάσας τὰς ἡμέρας
Unchecked Copy BoxDeu 28:34 - καὶ ἔσῃ παράπληκτος διὰ τὰ ὁράματα τῶν ὀφθαλμῶν σου βλέψῃ
Unchecked Copy BoxDeu 28:35 - πατάξαι σε κύριος ἐν ἕλκει πονηρῷ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας ὥστε μὴ δύνασθαί σε ἰαθῆναι ἀπὸ ἴχνους τῶν ποδῶν σου ἕως τῆς κορυφῆς σου
Unchecked Copy BoxDeu 28:36 - ἀπαγάγοι κύριός σε καὶ τοὺς ἄρχοντάς σου οὓς ἐὰν καταστήσῃς ἐπὶ σεαυτόν εἰς ἔθνος οὐκ ἐπίστασαι σὺ καὶ οἱ πατέρες σου καὶ λατρεύσεις ἐκεῖ θεοῖς ἑτέροις ξύλοις καὶ λίθοις
Unchecked Copy BoxDeu 28:37 - καὶ ἔσῃ ἐκεῖ ἐν αἰνίγματι καὶ παραβολῇ καὶ διηγήματι ἐν πᾶσιν τοῖς ἔθνεσιν εἰς οὓς ἂν ἀπαγάγῃ σε κύριος ἐκεῖ
Unchecked Copy BoxDeu 28:38 - σπέρμα πολὺ ἐξοίσεις εἰς τὸ πεδίον καὶ ὀλίγα εἰσοίσεις ὅτι κατέδεται αὐτὰ ἀκρίς
Unchecked Copy BoxDeu 28:39 - ἀμπελῶνα φυτεύσεις καὶ κατεργᾷ καὶ οἶνον οὐ πίεσαι οὐδὲ εὐφρανθήσῃ ἐξ αὐτοῦ ὅτι καταφάγεται αὐτὰ σκώληξ
Unchecked Copy BoxDeu 28:40 - ἐλαῖαι ἔσονταί σοι ἐν πᾶσι τοῖς ὁρίοις σου καὶ ἔλαιον οὐ χρίσῃ ὅτι ἐκρυήσεται ἡ ἐλαία σου
Unchecked Copy BoxDeu 28:41 - υἱοὺς καὶ θυγατέρας γεννήσεις καὶ οὐκ ἔσονταί σοι ἀπελεύσονται γὰρ ἐν αἰχμαλωσίᾳ
Unchecked Copy BoxDeu 28:42 - πάντα τὰ ξύλινά σου καὶ τὰ γενήματα τῆς γῆς σου ἐξαναλώσει ἡ ἐρυσίβη
Unchecked Copy BoxDeu 28:43 - προσήλυτος ὅς ἐστιν ἐν σοί ἀναβήσεται ἐπὶ σὲ ἄνω ἄνω σὺ δὲ καταβήσῃ κάτω κάτω
Unchecked Copy BoxDeu 28:44 - οὗτος δανιεῖ σοι σὺ δὲ τούτῳ οὐ δανιεῖς οὗτος ἔσται κεφαλή σὺ δὲ ἔσῃ οὐρά
Unchecked Copy BoxDeu 28:45 - καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταδιώξονταί σε καὶ καταλήμψονταί σε ἕως ἂν ἐξολεθρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐνετείλατό σοι
Unchecked Copy BoxDeu 28:46 - καὶ ἔσται ἐν σοὶ σημεῖα καὶ τέρατα καὶ ἐν τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος
Unchecked Copy BoxDeu 28:47 - ἀνθ᾽ ὧν οὐκ ἐλάτρευσας κυρίῳ τῷ θεῷ σου ἐν εὐφροσύνῃ καὶ ἀγαθῇ καρδίᾳ διὰ τὸ πλῆθος πάντων
Unchecked Copy BoxDeu 28:48 - καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου οὓς ἐπαποστελεῖ κύριος ἐπὶ σέ ἐν λιμῷ καὶ ἐν δίψει καὶ ἐν γυμνότητι καὶ ἐν ἐκλείψει πάντων καὶ ἐπιθήσει κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν σου ἕως ἂν ἐξολεθρεύσῃ σε
Unchecked Copy BoxDeu 28:49 - ἐπάξει κύριος ἐπὶ σὲ ἔθνος μακρόθεν ἀπ᾽ ἐσχάτου τῆς γῆς ὡσεὶ ὅρμημα ἀετοῦ ἔθνος οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ
Unchecked Copy BoxDeu 28:50 - ἔθνος ἀναιδὲς προσώπῳ ὅστις οὐ θαυμάσει πρόσωπον πρεσβύτου καὶ νέον οὐκ ἐλεήσει
Unchecked Copy BoxDeu 28:51 - καὶ κατέδεται τὰ ἔκγονα τῶν κτηνῶν σου καὶ τὰ γενήματα τῆς γῆς σου ὥστε μὴ καταλιπεῖν σοι σῖτον οἶνον ἔλαιον τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου ἕως ἂν ἀπολέσῃ σε
Unchecked Copy BoxDeu 28:52 - καὶ ἐκτρίψῃ σε ἐν πάσαις ταῖς πόλεσίν σου ἕως ἂν καθαιρεθῶσιν τὰ τείχη σου τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά ἐφ᾽ οἷς σὺ πέποιθας ἐπ᾽ αὐτοῖς ἐν πάσῃ τῇ γῇ σου καὶ θλίψει σε ἐν πάσαις ταῖς πόλεσίν σου αἷς ἔδωκέν σοι κύριος θεός σου
Unchecked Copy BoxDeu 28:53 - καὶ φάγῃ τὰ ἔκγονα τῆς κοιλίας σου κρέα υἱῶν σου καὶ θυγατέρων σου ὅσα ἔδωκέν σοι κύριος θεός σου ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου θλίψει σε ἐχθρός σου
Unchecked Copy BoxDeu 28:54 - ἁπαλὸς ἐν σοὶ καὶ τρυφερὸς σφόδρα βασκανεῖ τῷ ὀφθαλμῷ τὸν ἀδελφὸν καὶ τὴν γυναῖκα τὴν ἐν τῷ κόλπῳ αὐτοῦ καὶ τὰ καταλελειμμένα τέκνα ἂν καταλειφθῇ
Unchecked Copy BoxDeu 28:55 - ὥστε δοῦναι ἑνὶ αὐτῶν ἀπὸ τῶν σαρκῶν τῶν τέκνων αὐτοῦ ὧν ἂν κατέσθῃ διὰ τὸ μὴ καταλειφθῆναι αὐτῷ μηθὲν ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ἂν θλίψωσίν σε οἱ ἐχθροί σου ἐν πάσαις ταῖς πόλεσίν σου
Unchecked Copy BoxDeu 28:56 - καὶ ἁπαλὴ ἐν ὑμῖν καὶ τρυφερὰ σφόδρα ἧς οὐχὶ πεῖραν ἔλαβεν ποὺς αὐτῆς βαίνειν ἐπὶ τῆς γῆς διὰ τὴν τρυφερότητα καὶ διὰ τὴν ἁπαλότητα βασκανεῖ τῷ ὀφθαλμῷ αὐτῆς τὸν ἄνδρα αὐτῆς τὸν ἐν τῷ κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν καὶ τὴν θυγατέρα αὐτῆς
Unchecked Copy BoxDeu 28:57 - καὶ τὸ χόριον αὐτῆς τὸ ἐξελθὸν διὰ τῶν μηρῶν αὐτῆς καὶ τὸ τέκνον ἂν τέκῃ καταφάγεται γὰρ αὐτὰ διὰ τὴν ἔνδειαν πάντων κρυφῇ ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου θλίψει σε ἐχθρός σου ἐν πάσαις ταῖς πόλεσίν σου
Unchecked Copy BoxDeu 28:58 - ἐὰν μὴ εἰσακούσητε ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον καὶ τὸ θαυμαστὸν τοῦτο κύριον τὸν θεόν σου
Unchecked Copy BoxDeu 28:59 - καὶ παραδοξάσει κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς τοῦ σπέρματός σου πληγὰς μεγάλας καὶ θαυμαστάς καὶ νόσους πονηρὰς καὶ πιστὰς
Unchecked Copy BoxDeu 28:60 - καὶ ἐπιστρέψει ἐπὶ σὲ πᾶσαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηράν ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν καὶ κολληθήσονται ἐν σοί
Unchecked Copy BoxDeu 28:61 - καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει κύριος ἐπὶ σέ ἕως ἂν ἐξολεθρεύσῃ σε
Unchecked Copy BoxDeu 28:62 - καὶ καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖ ἀνθ᾽ ὧν ὅτι ἦτε ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει ὅτι οὐκ εἰσηκούσατε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν
Unchecked Copy BoxDeu 28:63 - καὶ ἔσται ὃν τρόπον εὐφράνθη κύριος ἐφ᾽ ὑμῖν εὖ ποιῆσαι ὑμᾶς καὶ πληθῦναι ὑμᾶς οὕτως εὐφρανθήσεται κύριος ἐφ᾽ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς καὶ ἐξαρθήσεσθε ἀπὸ τῆς γῆς εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν
Unchecked Copy BoxDeu 28:64 - καὶ διασπερεῖ σε κύριος θεός σου εἰς πάντα τὰ ἔθνη ἀπ᾽ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς καὶ δουλεύσεις ἐκεῖ θεοῖς ἑτέροις ξύλοις καὶ λίθοις οὓς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου
Unchecked Copy BoxDeu 28:65 - ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε οὐδ᾽ οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου καὶ δώσει σοι κύριος ἐκεῖ καρδίαν ἀθυμοῦσαν καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν
Unchecked Copy BoxDeu 28:66 - καὶ ἔσται ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτὸς καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου
Unchecked Copy BoxDeu 28:67 - τὸ πρωὶ ἐρεῖς πῶς ἂν γένοιτο ἑσπέρα καὶ τὸ ἑσπέρας ἐρεῖς πῶς ἂν γένοιτο πρωί ἀπὸ τοῦ φόβου τῆς καρδίας σου φοβηθήσῃ καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου ὧν ὄψῃ
Unchecked Copy BoxDeu 28:68 - καὶ ἀποστρέψει σε κύριος εἰς Αἴγυπτον ἐν πλοίοις καὶ ἐν τῇ ὁδῷ εἶπα οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτήν καὶ πραθήσεσθε ἐκεῖ τοῖς ἐχθροῖς ὑμῶν εἰς παῖδας καὶ παιδίσκας καὶ οὐκ ἔσται κτώμενος
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan