The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Devarim (Deuteronomy) 32 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxDeu 32:1 - πρόσεχε οὐρανέ καὶ λαλήσω καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου

Unchecked Copy BoxDeu 32:2 - προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου ὡσεὶ ὄμβρος ἐπ᾽ ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον

Unchecked Copy BoxDeu 32:3 - ὅτι ὄνομα κυρίου ἐκάλεσα δότε μεγαλωσύνην τῷ θεῷ ἡμῶν

Unchecked Copy BoxDeu 32:4 - θεός ἀληθινὰ τὰ ἔργα αὐτοῦ καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις θεὸς πιστός καὶ οὐκ ἔστιν ἀδικία δίκαιος καὶ ὅσιος κύριος

Unchecked Copy BoxDeu 32:5 - ἡμάρτοσαν οὐκ αὐτῷ τέκνα μωμητά γενεὰ σκολιὰ καὶ διεστραμμένη

Unchecked Copy BoxDeu 32:6 - ταῦτα κυρίῳ ἀνταποδίδοτε οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέν σε καὶ ἔκτισέν σε

Unchecked Copy BoxDeu 32:7 - μνήσθητε ἡμέρας αἰῶνος σύνετε ἔτη γενεᾶς γενεῶν ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῗ σοι τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσίν σοι

Unchecked Copy BoxDeu 32:8 - ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη ὡς διέσπειρεν υἱοὺς Αδαμ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ

Unchecked Copy BoxDeu 32:9 - καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ιακωβ σχοίνισμα κληρονομίας αὐτοῦ Ισραηλ

Unchecked Copy BoxDeu 32:10 - αὐτάρκησεν αὐτὸν ἐν γῇ ἐρήμῳ ἐν δίψει καύματος ἐν ἀνύδρῳ ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτὸν καὶ διεφύλαξεν αὐτὸν ὡς κόραν ὀφθαλμοῦ

Unchecked Copy BoxDeu 32:11 - ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ καὶ ἐπὶ τοῗς νεοσσοῗς αὐτοῦ ἐπεπόθησεν διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ

Unchecked Copy BoxDeu 32:12 - κύριος μόνος ἦγεν αὐτούς καὶ οὐκ ἦν μετ᾽ αὐτῶν θεὸς ἀλλότριος

Unchecked Copy BoxDeu 32:13 - ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς ἐψώμισεν αὐτοὺς γενήματα ἀγρῶν ἐθήλασαν μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας

Unchecked Copy BoxDeu 32:14 - βούτυρον βοῶν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνῶν καὶ κριῶν υἱῶν ταύρων καὶ τράγων μετὰ στέατος νεφρῶν πυροῦ καὶ αἷμα σταφυλῆς ἔπιον οἶνον

Unchecked Copy BoxDeu 32:15 - καὶ ἔφαγεν Ιακωβ καὶ ἐνεπλήσθη καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος ἐλιπάνθη ἐπαχύνθη ἐπλατύνθη καὶ ἐγκατέλιπεν θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ

Unchecked Copy BoxDeu 32:16 - παρώξυνάν με ἐπ᾽ ἀλλοτρίοις ἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με

Unchecked Copy BoxDeu 32:17 - ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ θεοῗς οἷς οὐκ ᾔδεισαν καινοὶ πρόσφατοι ἥκασιν οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν

Unchecked Copy BoxDeu 32:18 - θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε

Unchecked Copy BoxDeu 32:19 - καὶ εἶδεν κύριος καὶ ἐζήλωσεν καὶ παρωξύνθη δι᾽ ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων

Unchecked Copy BoxDeu 32:20 - καὶ εἶπεν ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾽ αὐτῶν καὶ δείξω τί ἔσται αὐτοῗς ἐπ᾽ ἐσχάτων ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν υἱοί οἷς οὐκ ἔστιν πίστις ἐν αὐτοῗς

Unchecked Copy BoxDeu 32:21 - αὐτοὶ παρεζήλωσάν με ἐπ᾽ οὐ θεῷ παρώργισάν με ἐν τοῗς εἰδώλοις αὐτῶν κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾽ οὐκ ἔθνει ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς

Unchecked Copy BoxDeu 32:22 - ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου καυθήσεται ἕως ᾅδου κάτω καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς φλέξει θεμέλια ὀρέων

Unchecked Copy BoxDeu 32:23 - συνάξω εἰς αὐτοὺς κακὰ καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς

Unchecked Copy BoxDeu 32:24 - τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων καὶ ὀπισθότονος ἀνίατος ὀδόντας θηρίων ἀποστελῶ εἰς αὐτοὺς μετὰ θυμοῦ συρόντων ἐπὶ γῆς

Unchecked Copy BoxDeu 32:25 - ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τῶν ταμιείων φόβος νεανίσκος σὺν παρθένῳ θηλάζων μετὰ καθεστηκότος πρεσβύτου

Unchecked Copy BoxDeu 32:26 - εἶπα διασπερῶ αὐτούς παύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν

Unchecked Copy BoxDeu 32:27 - εἰ μὴ δι᾽ ὀργὴν ἐχθρῶν ἵνα μὴ μακροχρονίσωσιν καὶ ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι μὴ εἴπωσιν ἡ χεὶρ ἡμῶν ἡ ὑψηλὴ καὶ οὐχὶ κύριος ἐποίησεν ταῦτα πάντα

Unchecked Copy BoxDeu 32:28 - ὅτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστιν καὶ οὐκ ἔστιν ἐν αὐτοῗς ἐπιστήμη

Unchecked Copy BoxDeu 32:29 - οὐκ ἐφρόνησαν συνιέναι ταῦτα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον

Unchecked Copy BoxDeu 32:30 - πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσιν μυριάδας εἰ μὴ ὁ θεὸς ἀπέδοτο αὐτοὺς καὶ κύριος παρέδωκεν αὐτούς

Unchecked Copy BoxDeu 32:31 - ὅτι οὐκ ἔστιν ὡς ὁ θεὸς ἡμῶν οἱ θεοὶ αὐτῶν οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι

Unchecked Copy BoxDeu 32:32 - ἐκ γὰρ ἀμπέλου Σοδομων ἡ ἄμπελος αὐτῶν καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομορρας ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς βότρυς πικρίας αὐτοῗς

Unchecked Copy BoxDeu 32:33 - θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος

Unchecked Copy BoxDeu 32:34 - οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ᾽ ἐμοὶ καὶ ἐσφράγισται ἐν τοῗς θησαυροῗς μου

Unchecked Copy BoxDeu 32:35 - ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω ἐν καιρῷ ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτῶν καὶ πάρεστιν ἕτοιμα ὑμῗν

Unchecked Copy BoxDeu 32:36 - ὅτι κρινεῗ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῗς δούλοις αὐτοῦ παρακληθήσεται εἶδεν γὰρ παραλελυμένους αὐτοὺς καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ καὶ παρειμένους

Unchecked Copy BoxDeu 32:37 - καὶ εἶπεν κύριος ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν ἐφ᾽ οἷς ἐπεποίθεισαν ἐπ᾽ αὐτοῗς

Unchecked Copy BoxDeu 32:38 - ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῗν καὶ γενηθήτωσαν ὑμῗν σκεπασταί

Unchecked Copy BoxDeu 32:39 - ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω πατάξω κἀγὼ ἰάσομαι καὶ οὐκ ἔστιν ὃς ἐξελεῗται ἐκ τῶν χειρῶν μου

Unchecked Copy BoxDeu 32:40 - ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῗρά μου καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου καὶ ἐρῶ ζῶ ἐγὼ εἰς τὸν αἰῶνα

Unchecked Copy BoxDeu 32:41 - ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου καὶ ἀνταποδώσω δίκην τοῗς ἐχθροῗς καὶ τοῗς μισοῦσίν με ἀνταποδώσω

Unchecked Copy BoxDeu 32:42 - μεθύσω τὰ βέλη μου ἀφ᾽ αἵματος καὶ ἡ μάχαιρά μου καταφάγεται κρέα ἀφ᾽ αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας ἀπὸ κεφαλῆς ἀρχόντων ἐχθρῶν

Unchecked Copy BoxDeu 32:43 - εὐφράνθητε οὐρανοί ἅμα αὐτῷ καὶ προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικᾶται καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῗς ἐχθροῗς καὶ τοῗς μισοῦσιν ἀνταποδώσει καὶ ἐκκαθαριεῗ κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ

Unchecked Copy BoxDeu 32:44 - καὶ ἔγραψεν Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ισραηλ καὶ εἰσῆλθεν Μωυσῆς καὶ ἐλάλησεν πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς τὰ ὦτα τοῦ λαοῦ αὐτὸς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη

Unchecked Copy BoxDeu 32:45 - καὶ συνετέλεσεν Μωυσῆς λαλῶν παντὶ Ισραηλ

Unchecked Copy BoxDeu 32:46 - καὶ εἶπεν πρὸς αὐτούς προσέχετε τῇ καρδίᾳ ἐπὶ πάντας τοὺς λόγους τούτους οὓς ἐγὼ διαμαρτύρομαι ὑμῗν σήμερον ἃ ἐντελεῗσθε τοῗς υἱοῗς ὑμῶν φυλάσσειν καὶ ποιεῗν πάντας τοὺς λόγους τοῦ νόμου τούτου

Unchecked Copy BoxDeu 32:47 - ὅτι οὐχὶ λόγος κενὸς οὗτος ὑμῗν ὅτι αὕτη ἡ ζωὴ ὑμῶν καὶ ἕνεκεν τοῦ λόγου τούτου μακροημερεύσετε ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῗς διαβαίνετε τὸν Ιορδάνην ἐκεῗ κληρονομῆσαι αὐτήν

Unchecked Copy BoxDeu 32:48 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἡμέρᾳ ταύτῃ λέγων

Unchecked Copy BoxDeu 32:49 - ἀνάβηθι εἰς τὸ ὄρος τὸ Αβαριν τοῦτο ὄρος Ναβαυ ὅ ἐστιν ἐν γῇ Μωαβ κατὰ πρόσωπον Ιεριχω καὶ ἰδὲ τὴν γῆν Χανααν ἣν ἐγὼ δίδωμι τοῗς υἱοῗς Ισραηλ εἰς κατάσχεσιν

Unchecked Copy BoxDeu 32:50 - καὶ τελεύτα ἐν τῷ ὄρει εἰς ὃ ἀναβαίνεις ἐκεῗ καὶ προστέθητι πρὸς τὸν λαόν σου ὃν τρόπον ἀπέθανεν Ααρων ὁ ἀδελφός σου ἐν Ωρ τῷ ὄρει καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ

Unchecked Copy BoxDeu 32:51 - διότι ἠπειθήσατε τῷ ῥήματί μου ἐν τοῗς υἱοῗς Ισραηλ ἐπὶ τοῦ ὕδατος ἀντιλογίας Καδης ἐν τῇ ἐρήμῳ Σιν διότι οὐχ ἡγιάσατέ με ἐν τοῗς υἱοῗς Ισραηλ

Unchecked Copy BoxDeu 32:52 - ὅτι ἀπέναντι ὄψῃ τὴν γῆν καὶ ἐκεῗ οὐκ εἰσελεύσῃ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1