LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιεζεκιήλ (Ezekiel) 39 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxEze 39:1 - καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ Γωγ καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως Μοσοχ καὶ Θοβελ
Unchecked Copy BoxEze 39:2 - καὶ συνάξω σε καὶ καθοδηγήσω σε καὶ ἀναβιβῶ σε ἀπ᾽ ἐσχάτου τοῦ βορρᾶ καὶ ἀνάξω σε ἐπὶ τὰ ὄρη τοῦ Ισραηλ
Unchecked Copy BoxEze 39:3 - καὶ ἀπολῶ τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς καὶ τὰ τοξεύματά σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς καὶ καταβαλῶ σε
Unchecked Copy BoxEze 39:4 - ἐπὶ τὰ ὄρη Ισραηλ καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σέ καὶ τὰ ἔθνη τὰ μετὰ σοῦ δοθήσονται εἰς πλήθη ὀρνέων παντὶ πετεινῷ καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε καταβρωθῆναι
Unchecked Copy BoxEze 39:5 - ἐπὶ προσώπου τοῦ πεδίου πεσῇ ὅτι ἐγὼ ἐλάλησα λέγει κύριος
Unchecked Copy BoxEze 39:6 - καὶ ἀποστελῶ πῦρ ἐπὶ Γωγ καὶ κατοικηθήσονται αἱ νῆσοι ἐπ᾽ εἰρήνης καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος
Unchecked Copy BoxEze 39:7 - καὶ τὸ ὄνομά μου τὸ ἅγιον γνωσθήσεται ἐν μέσῳ λαοῦ μου Ισραηλ καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ἅγιος ἐν Ισραηλ
Unchecked Copy BoxEze 39:8 - ἰδοὺ ἥκει καὶ γνώσῃ ὅτι ἔσται λέγει κύριος κύριος αὕτη ἐστὶν ἡμέρα ἐν ἐλάλησα
Unchecked Copy BoxEze 39:9 - καὶ ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις Ισραηλ καὶ καύσουσιν ἐν τοῖς ὅπλοις πέλταις καὶ κοντοῖς καὶ τόξοις καὶ τοξεύμασιν καὶ ῥάβδοις χειρῶν καὶ λόγχαις καὶ καύσουσιν ἐν αὐτοῖς πῦρ ἑπτὰ ἔτη
Unchecked Copy BoxEze 39:10 - καὶ οὐ μὴ λάβωσιν ξύλα ἐκ τοῦ πεδίου οὐδὲ μὴ κόψωσιν ἐκ τῶν δρυμῶν ἀλλ᾽ τὰ ὅπλα κατακαύσουσιν πυρί καὶ προνομεύσουσιν τοὺς προνομεύσαντας αὐτοὺς καὶ σκυλεύσουσιν τοὺς σκυλεύσαντας αὐτούς λέγει κύριος
Unchecked Copy BoxEze 39:11 - καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γωγ τόπον ὀνομαστόν μνημεῖον ἐν Ισραηλ τὸ πολυάνδριον τῶν ἐπελθόντων πρὸς τῇ θαλάσσῃ καὶ περιοικοδομήσουσιν τὸ περιστόμιον τῆς φάραγγος καὶ κατορύξουσιν ἐκεῖ τὸν Γωγ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ καὶ κληθήσεται τὸ γαι τὸ πολυάνδριον τοῦ Γωγ
Unchecked Copy BoxEze 39:12 - καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ισραηλ ἵνα καθαρισθῇ γῆ ἐν ἑπταμήνῳ
Unchecked Copy BoxEze 39:13 - καὶ κατορύξουσιν αὐτοὺς πᾶς λαὸς τῆς γῆς καὶ ἔσται αὐτοῖς εἰς ὀνομαστὸν ᾗ ἡμέρᾳ ἐδοξάσθην λέγει κύριος
Unchecked Copy BoxEze 39:14 - καὶ ἄνδρας διὰ παντὸς διαστελοῦσιν ἐπιπορευομένους τὴν γῆν θάψαι τοὺς καταλελειμμένους ἐπὶ προσώπου τῆς γῆς καθαρίσαι αὐτὴν μετὰ τὴν ἑπτάμηνον καὶ ἐκζητήσουσιν
Unchecked Copy BoxEze 39:15 - καὶ πᾶς διαπορευόμενος τὴν γῆν καὶ ἰδὼν ὀστοῦν ἀνθρώπου οἰκοδομήσει παρ᾽ αὐτὸ σημεῖον ἕως ὅτου θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαι τὸ πολυάνδριον τοῦ Γωγ
Unchecked Copy BoxEze 39:16 - καὶ γὰρ τὸ ὄνομα τῆς πόλεως Πολυάνδριον καὶ καθαρισθήσεται γῆ
Unchecked Copy BoxEze 39:17 - καὶ σύ υἱὲ ἀνθρώπου εἰπόν τάδε λέγει κύριος εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου συνάχθητε καὶ ἔρχεσθε συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου ἣν τέθυκα ὑμῖν θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη Ισραηλ καὶ φάγεσθε κρέα καὶ πίεσθε αἷμα
Unchecked Copy BoxEze 39:18 - κρέα γιγάντων φάγεσθε καὶ αἷμα ἀρχόντων τῆς γῆς πίεσθε κριοὺς καὶ μόσχους καὶ τράγους καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες
Unchecked Copy BoxEze 39:19 - καὶ φάγεσθε στέαρ εἰς πλησμονὴν καὶ πίεσθε αἷμα εἰς μέθην ἀπὸ τῆς θυσίας μου ἧς ἔθυσα ὑμῖν
Unchecked Copy BoxEze 39:20 - καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν λέγει κύριος
Unchecked Copy BoxEze 39:21 - καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου ἣν ἐποίησα καὶ τὴν χεῖρά μου ἣν ἐπήγαγον ἐπ᾽ αὐτούς
Unchecked Copy BoxEze 39:22 - καὶ γνώσονται οἶκος Ισραηλ ὅτι ἐγώ εἰμι κύριος θεὸς αὐτῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα
Unchecked Copy BoxEze 39:23 - καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ᾐχμαλωτεύθησαν οἶκος Ισραηλ ἀνθ᾽ ὧν ἠθέτησαν εἰς ἐμέ καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾽ αὐτῶν καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν καὶ ἔπεσαν πάντες μαχαίρᾳ
Unchecked Copy BoxEze 39:24 - κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καὶ κατὰ τὰ ἀνομήματα αὐτῶν ἐποίησα αὐτοῖς καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾽ αὐτῶν
Unchecked Copy BoxEze 39:25 - διὰ τοῦτο τάδε λέγει κύριος κύριος νῦν ἀποστρέψω τὴν αἰχμαλωσίαν Ιακωβ καὶ ἐλεήσω τὸν οἶκον Ισραηλ καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου
Unchecked Copy BoxEze 39:26 - καὶ λήμψονται τὴν ἀτιμίαν ἑαυτῶν καὶ τὴν ἀδικίαν ἣν ἠδίκησαν ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπ᾽ εἰρήνης καὶ οὐκ ἔσται ἐκφοβῶν
Unchecked Copy BoxEze 39:27 - ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συναγαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐθνῶν καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν
Unchecked Copy BoxEze 39:28 - καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος θεὸς αὐτῶν ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσιν
Unchecked Copy BoxEze 39:29 - καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπ᾽ αὐτῶν ἀνθ᾽ οὗ ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ισραηλ λέγει κύριος κύριος
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan