LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιερεύς (Ezra) 10 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxEzr 10:1 - καὶ ὡς προσηύξατο Εσδρας καὶ ὡς ἐξηγόρευσεν κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου τοῦ θεοῦ συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ισραηλ ἐκκλησία πολλὴ σφόδρα ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι ὅτι ἔκλαυσεν λαὸς καὶ ὕψωσεν κλαίων
Unchecked Copy BoxEzr 10:2 - καὶ ἀπεκρίθη Σεχενιας υἱὸς Ιιηλ ἀπὸ υἱῶν Ηλαμ καὶ εἶπεν τῷ Εσδρα ἡμεῖς ἠσυνθετήσαμεν τῷ θεῷ ἡμῶν καὶ ἐκαθίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ λαῶν τῆς γῆς καὶ νῦν ἔστιν ὑπομονὴ τῷ Ισραηλ ἐπὶ τούτῳ
Unchecked Copy BoxEzr 10:3 - καὶ νῦν διαθώμεθα διαθήκην τῷ θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας καὶ τὰ γενόμενα ἐξ αὐτῶν ὡς ἂν βούλῃ ἀνάστηθι καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς θεοῦ ἡμῶν καὶ ὡς νόμος γενηθήτω
Unchecked Copy BoxEzr 10:4 - ἀνάστα ὅτι ἐπὶ σὲ τὸ ῥῆμα καὶ ἡμεῖς μετὰ σοῦ κραταιοῦ καὶ ποίησον
Unchecked Copy BoxEzr 10:5 - καὶ ἀνέστη Εσδρας καὶ ὥρκισεν τοὺς ἄρχοντας τοὺς ἱερεῖς καὶ Λευίτας καὶ πάντα Ισραηλ τοῦ ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο καὶ ὤμοσαν
Unchecked Copy BoxEzr 10:6 - καὶ ἀνέστη Εσδρας ἀπὸ προσώπου οἴκου τοῦ θεοῦ καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον Ιωαναν υἱοῦ Ελισουβ καὶ ἐπορεύθη ἐκεῖ ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν ὅτι ἐπένθει ἐπὶ τῇ ἀσυνθεσίᾳ τῆς ἀποικίας
Unchecked Copy BoxEzr 10:7 - καὶ παρήνεγκαν φωνὴν ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ πᾶσιν τοῖς υἱοῖς τῆς ἀποικίας τοῦ συναθροισθῆναι εἰς Ιερουσαλημ
Unchecked Copy BoxEzr 10:8 - καὶ πᾶς ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας ὡς βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων ἀναθεματισθήσεται πᾶσα ὕπαρξις αὐτοῦ καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποικίας
Unchecked Copy BoxEzr 10:9 - καὶ συνήχθησαν πάντες ἄνδρες Ιουδα καὶ Βενιαμιν εἰς Ιερουσαλημ εἰς τὰς τρεῖς ἡμέρας οὗτος μὴν ἔνατος ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισεν πᾶς λαὸς ἐν πλατείᾳ οἴκου τοῦ θεοῦ ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ῥήματος καὶ ἀπὸ τοῦ χειμῶνος
Unchecked Copy BoxEzr 10:10 - καὶ ἀνέστη Εσδρας ὁ ἱερεὺς καὶ εἶπεν πρὸς αὐτούς ὑμεῖς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν Ισραηλ
Unchecked Copy BoxEzr 10:11 - καὶ νῦν δότε αἴνεσιν κυρίῳ τῷ θεῷ τῶν πατέρων ὑμῶν καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων
Unchecked Copy BoxEzr 10:12 - καὶ ἀπεκρίθησαν πᾶσα ἐκκλησία καὶ εἶπαν μέγα τοῦτο τὸ ῥῆμά σου ἐφ᾽ ἡμᾶς ποιῆσαι
Unchecked Copy BoxEzr 10:13 - ἀλλὰ λαὸς πολύς καὶ καιρὸς χειμερινός καὶ οὐκ ἔστιν δύναμις στῆναι ἔξω καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ῥήματι τούτῳ
Unchecked Copy BoxEzr 10:14 - στήτωσαν δὴ οἱ ἄρχοντες ἡμῶν τῇ πάσῃ ἐκκλησίᾳ καὶ πάντες οἱ ἐν πόλεσιν ἡμῶν ὃς ἐκάθισεν γυναῖκας ἀλλοτρίας ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν καὶ μετ᾽ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταὶ τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ῥήματος τούτου
Unchecked Copy BoxEzr 10:15 - πλὴν Ιωναθαν υἱὸς Ασαηλ καὶ Ιαζια υἱὸς Θεκουε μετ᾽ ἐμοῦ περὶ τούτου καὶ Μεσουλαμ καὶ Σαβαθαι ὁ Λευίτης βοηθῶν αὐτοῖς
Unchecked Copy BoxEzr 10:16 - καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας καὶ διεστάλησαν Εσδρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ῥῆμα
Unchecked Copy BoxEzr 10:17 - καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου
Unchecked Copy BoxEzr 10:18 - καὶ εὑρέθησαν ἀπὸ υἱῶν τῶν ἱερέων οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἀπὸ υἱῶν Ἰησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἀδελφοὶ αὐτοῦ Μαασηα καὶ Ελιεζερ καὶ Ιαριβ καὶ Γαδαλια
Unchecked Copy BoxEzr 10:19 - καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας αὐτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν
Unchecked Copy BoxEzr 10:20 - καὶ ἀπὸ υἱῶν Εμμηρ Ανανι καὶ Ζαβδια
Unchecked Copy BoxEzr 10:21 - καὶ ἀπὸ υἱῶν Ηραμ Μασαια καὶ Ελια καὶ Σαμαια καὶ Ιιηλ καὶ Οζια
Unchecked Copy BoxEzr 10:22 - καὶ ἀπὸ υἱῶν Φασουρ Ελιωηναι Μαασαια καὶ Ισμαηλ καὶ Ναθαναηλ καὶ Ιωζαβαδ καὶ Ηλασα
Unchecked Copy BoxEzr 10:23 - καὶ ἀπὸ τῶν Λευιτῶν Ιωζαβαδ καὶ Σαμου καὶ Κωλια αὐτὸς Κωλιτας καὶ Φαθαια καὶ Ιοδομ καὶ Ελιεζερ
Unchecked Copy BoxEzr 10:24 - καὶ ἀπὸ τῶν ᾀδόντων Ελισαφ καὶ ἀπὸ τῶν πυλωρῶν Σελλημ καὶ Τελημ καὶ Ωδουε
Unchecked Copy BoxEzr 10:25 - καὶ ἀπὸ Ισραηλ ἀπὸ υἱῶν Φορος Ραμια καὶ Ιαζια καὶ Μελχια καὶ Μεαμιν καὶ Ελεαζαρ καὶ Ασαβια καὶ Βαναια
Unchecked Copy BoxEzr 10:26 - καὶ ἀπὸ υἱῶν Ηλαμ Μαθανια καὶ Ζαχαρια καὶ Ιαϊηλ καὶ Αβδια καὶ Ιαριμωθ καὶ Ηλια
Unchecked Copy BoxEzr 10:27 - καὶ ἀπὸ υἱῶν Ζαθουα Ελιωηναι Ελισουβ Μαθανια καὶ Ιαρμωθ καὶ Ζαβαδ καὶ Οζιζα
Unchecked Copy BoxEzr 10:28 - καὶ ἀπὸ υἱῶν Βαβι Ιωαναν Ανανια καὶ Ζαβου Οθαλι
Unchecked Copy BoxEzr 10:29 - καὶ ἀπὸ υἱῶν Βανουι Μεσουλαμ Μαλουχ Αδαιας Ιασουβ καὶ Σαλουια καὶ Ρημωθ
Unchecked Copy BoxEzr 10:30 - καὶ ἀπὸ υἱῶν Φααθμωαβ Εδενε Χαληλ Βαναια Μασηα Μαθανια Βεσεληλ καὶ Βανουι καὶ Μανασση
Unchecked Copy BoxEzr 10:31 - καὶ ἀπὸ υἱῶν Ηραμ Ελιεζερ Ιεσσια Μελχια Σαμαια Σεμεων
Unchecked Copy BoxEzr 10:32 - Βενιαμιν Μαλουχ Σαμαρια
Unchecked Copy BoxEzr 10:33 - καὶ ἀπὸ υἱῶν Ησαμ Μαθανι Μαθαθα Ζαβεδ Ελιφαλεθ Ιεραμι Μανασση Σεμεϊ
Unchecked Copy BoxEzr 10:34 - ἀπὸ υἱῶν Βανι Μοοδι Αμραμ Ουηλ
Unchecked Copy BoxEzr 10:35 - Βαναια Βαδαια Χελια
Unchecked Copy BoxEzr 10:36 - Ουιεχωα Ιεραμωθ Ελιασιβ
Unchecked Copy BoxEzr 10:37 - Μαθανια Μαθαναι καὶ ἐποίησαν
Unchecked Copy BoxEzr 10:38 - οἱ υἱοὶ Βανουι καὶ οἱ υἱοὶ Σεμεϊ
Unchecked Copy BoxEzr 10:39 - καὶ Σελεμια καὶ Ναθαν καὶ Αδαια
Unchecked Copy BoxEzr 10:40 - Μαχναδαβου Σεσι Σαρου
Unchecked Copy BoxEzr 10:41 - Εζερηλ καὶ Σελεμια καὶ Σαμαρια
Unchecked Copy BoxEzr 10:42 - καὶ Σαλουμ Αμαρια Ιωσηφ
Unchecked Copy BoxEzr 10:43 - ἀπὸ υἱῶν Ναβου Ιιηλ Μαθαθια Σεδεμ Ζαμβινα Ιαδαι καὶ Ιωηλ καὶ Βαναια
Unchecked Copy BoxEzr 10:44 - πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan