LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ησαΐας (Isaiah) 52 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxIsa 52:1 - ἐξεγείρου ἐξεγείρου Σιων ἔνδυσαι τὴν ἰσχύν σου Σιων καὶ ἔνδυσαι τὴν δόξαν σου Ιερουσαλημ πόλις ἁγία οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος
Unchecked Copy BoxIsa 52:2 - ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι κάθισον Ιερουσαλημ ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου αἰχμάλωτος θυγάτηρ Σιων
Unchecked Copy BoxIsa 52:3 - ὅτι τάδε λέγει κύριος δωρεὰν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε
Unchecked Copy BoxIsa 52:4 - οὕτως λέγει κύριος εἰς Αἴγυπτον κατέβη λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν
Unchecked Copy BoxIsa 52:5 - καὶ νῦν τί ὧδέ ἐστε τάδε λέγει κύριος ὅτι ἐλήμφθη λαός μου δωρεάν θαυμάζετε καὶ ὀλολύζετε τάδε λέγει κύριος δι᾽ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν
Unchecked Copy BoxIsa 52:6 - διὰ τοῦτο γνώσεται λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι ἐγώ εἰμι αὐτὸς λαλῶν πάρειμι
Unchecked Copy BoxIsa 52:7 - ὡς ὥρα ἐπὶ τῶν ὀρέων ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης ὡς εὐαγγελιζόμενος ἀγαθά ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιων βασιλεύσει σου θεός
Unchecked Copy BoxIsa 52:8 - ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται ἡνίκα ἂν ἐλεήσῃ κύριος τὴν Σιων
Unchecked Copy BoxIsa 52:9 - ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ιερουσαλημ ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ ἐρρύσατο Ιερουσαλημ
Unchecked Copy BoxIsa 52:10 - καὶ ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ
Unchecked Copy BoxIsa 52:11 - ἀπόστητε ἀπόστητε ἐξέλθατε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅπτεσθε ἐξέλθατε ἐκ μέσου αὐτῆς ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη κυρίου
Unchecked Copy BoxIsa 52:12 - ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύσεσθε πορεύσεται γὰρ πρότερος ὑμῶν κύριος καὶ ἐπισυνάγων ὑμᾶς κύριος θεὸς Ισραηλ
Unchecked Copy BoxIsa 52:13 - ἰδοὺ συνήσει παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα
Unchecked Copy BoxIsa 52:14 - ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ δόξα σου ἀπὸ τῶν ἀνθρώπων
Unchecked Copy BoxIsa 52:15 - οὕτως θαυμάσονται ἔθνη πολλὰ ἐπ᾽ αὐτῷ καὶ συνέξουσιν βασιλεῖς τὸ στόμα αὐτῶν ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan