LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Κριτές (Judges) 12 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJdg 12:1 - καὶ συνήχθησαν οἱ υἱοὶ Εφραιμ καὶ ἦλθον εἰς Σεφινα καὶ εἶπον πρὸς Ιεφθαε τί ὅτι ἐπορεύθης πολεμεῖν ἐν τοῖς υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ τὸν οἶκόν σου ἐμπρήσομεν ἐν πυρί
Unchecked Copy BoxJdg 12:2 - καὶ εἶπεν πρὸς αὐτοὺς Ιεφθαε ἀνὴρ ἀντιδικῶν ἤμην ἐγὼ καὶ λαός μου καὶ οἱ υἱοὶ Αμμων ἐταπείνουν με σφόδρα καὶ ἐβόησα πρὸς ὑμᾶς καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν
Unchecked Copy BoxJdg 12:3 - καὶ εἶδον ὅτι οὐκ ἦν σῴζων καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ διέβην πρὸς τοὺς υἱοὺς Αμμων καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρί μου καὶ ἵνα τί ἀνέβητε πρός με τῇ ἡμέρᾳ ταύτῃ τοῦ πολεμεῖν ἐν ἐμοί
Unchecked Copy BoxJdg 12:4 - καὶ συνήθροισεν Ιεφθαε πάντας τοὺς ἄνδρας Γαλααδ καὶ ἐπολέμει τὸν Εφραιμ καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ ὅτι εἶπαν οἱ διασεσῳσμένοι τοῦ Εφραιμ ὑμεῖς Γαλααδ ἐν μέσῳ Εφραιμ καὶ ἐν μέσῳ Μανασση
Unchecked Copy BoxJdg 12:5 - καὶ προκατελάβοντο ἄνδρες Γαλααδ τὰς διαβάσεις τοῦ Ιορδάνου τοῦ Εφραιμ καὶ ἐγενήθη ὅτι εἶπαν οἱ διασεσῳσμένοι τοῦ Εφραιμ διαβῶμεν καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλααδ μὴ ὑμεῖς ἐκ τοῦ Εφραιμ καὶ εἶπαν οὔκ ἐσμεν
Unchecked Copy BoxJdg 12:6 - καὶ εἶπαν αὐτοῖς εἴπατε δὴ σύνθημα καὶ οὐ κατηύθυναν τοῦ λαλῆσαι οὕτως καὶ ἐπελάβοντο αὐτῶν καὶ ἔσφαξαν αὐτοὺς ἐπὶ τὰς διαβάσεις τοῦ Ιορδάνου καὶ ἔπεσαν ἐξ Εφραιμ ἐν τῷ καιρῷ ἐκείνῳ δύο τεσσαράκοντα χιλιάδες
Unchecked Copy BoxJdg 12:7 - καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἓξ ἔτη καὶ ἀπέθανεν Ιεφθαε Γαλααδίτης καὶ ἐτάφη ἐν τῇ πόλει αὐτοῦ Γαλααδ
Unchecked Copy BoxJdg 12:8 - καὶ ἔκρινεν μετ᾽ αὐτὸν τὸν Ισραηλ Εσεβων ἐκ Βαιθλεεμ
Unchecked Copy BoxJdg 12:9 - καὶ ἐγένοντο αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἐξαπεσταλμέναι ἔξω καὶ τριάκοντα γυναῖκας εἰσήγαγεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη
Unchecked Copy BoxJdg 12:10 - καὶ ἀπέθανεν Εσεβων καὶ ἐτάφη ἐν Βηθλεεμ
Unchecked Copy BoxJdg 12:11 - καὶ ἔκρινεν μετ᾽ αὐτὸν τὸν Ισραηλ Αιλων ὁ Ζαβουλωνίτης καὶ ἔκρινεν τὸν Ισραηλ δέκα ἔτη
Unchecked Copy BoxJdg 12:12 - καὶ ἀπέθανεν Αιλων ὁ Ζαβουλωνίτης ἐν Αιλιμ καὶ ἔθαψαν αὐτὸν ἐν γῇ Ζαβουλων
Unchecked Copy BoxJdg 12:13 - καὶ ἔκρινεν μετ᾽ αὐτὸν τὸν Ισραηλ Λαβδων υἱὸς Σελλημ ὁ Φρααθωνίτης
Unchecked Copy BoxJdg 12:14 - καὶ ἐγένοντο αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱοὶ τῶν υἱῶν αὐτοῦ ἐπιβεβηκότες ἐπὶ ἑβδομήκοντα πώλους καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη
Unchecked Copy BoxJdg 12:15 - καὶ ἀπέθανεν Λαβδων υἱὸς Σελλημ ὁ Φρααθωνίτης καὶ ἐτάφη ἐν Φρααθων ἐν γῇ Εφραιμ ἐν ὄρει Λανακ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan