The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Shoftim (Judges) 14 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxJdg 14:1 - καὶ κατέβη Σαμψων εἰς Θαμναθα καὶ εἶδεν γυναῗκα ἐν Θαμναθα ἐκ τῶν θυγατέρων τῶν ἀλλοφύλων καὶ ἤρεσεν ἐνώπιον αὐτοῦ

Unchecked Copy BoxJdg 14:2 - καὶ ἀνέβη καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν γυναῗκα ἑώρακα ἐν Θαμναθα ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων καὶ νῦν λάβετέ μοι αὐτὴν εἰς γυναῗκα

Unchecked Copy BoxJdg 14:3 - καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ μὴ οὐκ ἔστιν ἀπὸ τῶν θυγατέρων τῶν ἀδελφῶν σου καὶ ἐν παντὶ τῷ λαῷ μου γυνή ὅτι σὺ πορεύῃ λαβεῗν γυναῗκα ἐκ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων καὶ εἶπεν Σαμψων πρὸς τὸν πατέρα αὐτοῦ ταύτην λαβέ μοι ὅτι ἤρεσεν ἐν ὀφθαλμοῗς μου

Unchecked Copy BoxJdg 14:4 - καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ κυρίου ἐστίν ὅτι ἀνταπόδομα αὐτὸς ἐκζητεῗ ἐκ τῶν ἀλλοφύλων καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀλλόφυλοι ἐκυρίευον τῶν υἱῶν Ισραηλ

Unchecked Copy BoxJdg 14:5 - καὶ κατέβη Σαμψων καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμναθα καὶ ἐξέκλινεν εἰς ἀμπελῶνα Θαμναθα καὶ ἰδοὺ σκύμνος λεόντων ὠρυόμενος εἰς ἀπάντησιν αὐτοῦ

Unchecked Copy BoxJdg 14:6 - καὶ κατηύθυνεν ἐπ᾽ αὐτὸν πνεύμα κυρίου καὶ διέσπασεν αὐτόν ὡσεὶ διασπάσαι ἔριφον αἰγῶν καὶ οὐδὲν ἦν ἐν τῇ χειρὶ αὐτοῦ καὶ οὐκ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ οὐδὲ τῇ μητρὶ ἃ ἐποίησεν

Unchecked Copy BoxJdg 14:7 - καὶ κατέβησαν καὶ ἐλάλησαν τῇ γυναικί καὶ ἤρεσεν ἐνώπιον Σαμψων

Unchecked Copy BoxJdg 14:8 - καὶ ἐπέστρεψεν μεθ᾽ ἡμέρας λαβεῗν αὐτὴν καὶ ἐξέκλινεν ἰδεῗν τὸ πτῶμα τοῦ λέοντος καὶ ἰδοὺ συστροφὴ μελισσῶν ἐν τῷ στόματι τοῦ λέοντος καὶ μέλι ἦν

Unchecked Copy BoxJdg 14:9 - καὶ ἐξεῗλεν αὐτὸ εἰς τὸ στόμα αὐτοῦ καὶ ἐπορεύθη πορευόμενος καὶ ἔσθων καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτοῦ καὶ πρὸς τὴν μητέρα αὐτοῦ καὶ ἔδωκεν αὐτοῗς καὶ ἔφαγον καὶ οὐκ ἀπήγγειλεν αὐτοῗς ὅτι ἐκ τῆς ἕξεως τοῦ λέοντος ἐξεῗλεν τὸ μέλι

Unchecked Copy BoxJdg 14:10 - καὶ κατέβη ὁ πατὴρ αὐτοῦ πρὸς τὴν γυναῗκα καὶ ἐποίησεν ἐκεῗ Σαμψων πότον ἡμέρας ἑπτά ὅτι οὕτως ἐποίουν οἱ νεανίσκοι

Unchecked Copy BoxJdg 14:11 - καὶ ἐγένετο ἐν τῷ φοβεῗσθαι αὐτοὺς αὐτὸν προσκατέστησαν αὐτῷ ἑταίρους τριάκοντα καὶ ἦσαν μετ᾽ αὐτοῦ

Unchecked Copy BoxJdg 14:12 - καὶ εἶπεν αὐτοῗς Σαμψων προβαλῶ ὑμῗν πρόβλημα καὶ ἐὰν ἀπαγγείλητέ μοι τὸ πρόβλημα ἐν ταῗς ἑπτὰ ἡμέραις τοῦ πότου δώσω ὑμῗν τριάκοντα σινδόνας καὶ τριάκοντα στολάς

Unchecked Copy BoxJdg 14:13 - καὶ ἐὰν μὴ δυνασθῆτε ἀπαγγεῗλαί μοι καὶ δώσετε ὑμεῗς ἐμοὶ τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων καὶ εἶπαν αὐτῷ προβαλοῦ τὸ πρόβλημά σου καὶ ἀκουσόμεθα αὐτοῦ

Unchecked Copy BoxJdg 14:14 - καὶ εἶπεν αὐτοῗς ἐκ τοῦ ἔσθοντος ἐξῆλθεν βρῶσις καὶ ἐξ ἰσχυροῦ ἐξῆλθεν γλυκύ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῗλαι τὸ πρόβλημα ἐπὶ τρεῗς ἡμέρας

Unchecked Copy BoxJdg 14:15 - καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ Σαμψων ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα μήποτε ἐμπυρίσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί ἦ πτωχεῦσαι ἐκαλέσατε ἡμᾶς

Unchecked Copy BoxJdg 14:16 - καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψων ἐπ᾽ αὐτὸν καὶ εἶπεν αὐτῷ μεμίσηκάς με καὶ οὐκ ἠγάπηκάς με ὅτι τὸ πρόβλημα ὃ προεβάλου τοῗς υἱοῗς τοῦ λαοῦ μου κἀμοὶ οὐκ ἀπήγγειλας αὐτό καὶ εἶπεν αὐτῇ Σαμψων ἰδοὺ τῷ πατρί μου καὶ τῇ μητρί μου οὐκ ἀπήγγειλα αὐτό καὶ σοὶ ἀπαγγελῶ

Unchecked Copy BoxJdg 14:17 - καὶ ἔκλαυσεν ἐπ᾽ αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας ἐν αἷς ἦν ἐν αὐταῗς ὁ πότος καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπήγγειλεν αὐτῇ ὅτι παρηνώχλησεν αὐτόν καὶ αὐτὴ ἀπήγγειλεν τοῗς υἱοῗς τοῦ λαοῦ αὐτῆς

Unchecked Copy BoxJdg 14:18 - καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὶν δῦναι τὸν ἥλιον τί γλυκύτερον μέλιτος καὶ τί ἰσχυρότερον λέοντος καὶ εἶπεν αὐτοῗς Σαμψων εἰ μὴ κατεδαμάσατέ μου τὴν δάμαλιν οὐκ ἂν εὕρετε τὸ πρόβλημά μου

Unchecked Copy BoxJdg 14:19 - καὶ κατεύθυνεν ἐπ᾽ αὐτὸν πνεῦμα κυρίου καὶ κατέβη εἰς Ἀσκαλῶνα καὶ ἔπαισεν ἐκεῗθεν τριάκοντα ἄνδρας καὶ ἔλαβεν τὰς στολὰς αὐτῶν καὶ ἔδωκεν τοῗς ἀπαγγείλασιν τὸ πρόβλημα καὶ ἐθυμώθη ὀργῇ Σαμψων καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ

Unchecked Copy BoxJdg 14:20 - καὶ συνῴκησεν ἡ γυνὴ Σαμψων τῷ νυμφαγωγῷ αὐτοῦ ὃς ἦν ἑταῗρος αὐτοῦ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1