LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Κριτές (Judges) 15 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJdg 15:1 - καὶ ἐγένετο μεθ᾽ ἡμέρας ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐπεσκέψατο Σαμψων τὴν γυναῖκα αὐτοῦ φέρων ἔριφον αἰγῶν καὶ εἶπεν εἰσελεύσομαι πρὸς τὴν γυναῖκά μου εἰς τὸν κοιτῶνα καὶ οὐκ ἀφῆκεν αὐτὸν πατὴρ αὐτῆς εἰσελθεῖν πρὸς αὐτήν
Unchecked Copy BoxJdg 15:2 - καὶ εἶπεν πατὴρ αὐτῆς εἴπας εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν καὶ ἔδωκα αὐτὴν τῷ συνεταίρῳ σου οὐκ ἰδοὺ ἀδελφὴ αὐτῆς νεωτέρα κρείσσων αὐτῆς ἐστιν ἔστω δή σοι ἀντὶ αὐτῆς
Unchecked Copy BoxJdg 15:3 - καὶ εἶπεν αὐτῷ Σαμψων ἀθῷός εἰμι τὸ ἅπαξ ἀπὸ τῶν ἀλλοφύλων ὅτι ἐγὼ ποιῶ μεθ᾽ ὑμῶν κακά
Unchecked Copy BoxJdg 15:4 - καὶ ἐπορεύθη Σαμψων καὶ συνέλαβεν τριακοσίας ἀλώπεκας καὶ ἔλαβεν λαμπάδας καὶ συνέδησεν κέρκον πρὸς κέρκον καὶ ἔθηκεν λαμπάδα μίαν ἀνὰ μέσον τῶν δύο κέρκων ἐν τῷ μέσῳ
Unchecked Copy BoxJdg 15:5 - καὶ ἐξῆψεν πῦρ ἐν ταῖς λαμπάσιν καὶ ἐξαπέστειλεν εἰς τὰ δράγματα τῶν ἀλλοφύλων καὶ ἐνεπύρισεν τοὺς στάχυας καὶ τὰ προτεθερισμένα ἀπὸ στοιβῆς καὶ ἕως ἑστῶτος καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας
Unchecked Copy BoxJdg 15:6 - καὶ εἶπαν οἱ ἀλλόφυλοι τίς ἐποίησεν ταῦτα καὶ εἶπαν Σαμψων γαμβρὸς τοῦ Θαμναθαίου ὅτι ἔλαβεν τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ συνεταίρῳ αὐτοῦ καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνεπύρισαν τὴν οἰκίαν τοῦ πατρὸς αὐτῆς καὶ αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν πυρί
Unchecked Copy BoxJdg 15:7 - καὶ εἶπεν αὐτοῖς Σαμψων ἐὰν ποιήσητε οὕτως οὐκ εὐδοκήσω ἀλλὰ τὴν ἐκδίκησίν μου ἐξ ἑνὸς καὶ ἑκάστου ὑμῶν ποιήσομαι
Unchecked Copy BoxJdg 15:8 - καὶ ἐπάταξεν αὐτοὺς ἐπὶ μηρὸν πληγὴν μεγάλην καὶ κατέβη καὶ κατῴκει παρὰ τῷ χειμάρρῳ ἐν τῷ σπηλαίῳ Ηταμ
Unchecked Copy BoxJdg 15:9 - καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενεβάλοσαν ἐπὶ τὸν Ιουδαν καὶ ἐξερρίφησαν ἐν Λεχι
Unchecked Copy BoxJdg 15:10 - καὶ εἶπαν αὐτοῖς πᾶς ἀνὴρ Ιουδα ἵνα τί ἀνέβητε ἐφ᾽ ἡμᾶς καὶ εἶπαν οἱ ἀλλόφυλοι δῆσαι τὸν Σαμψων καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν
Unchecked Copy BoxJdg 15:11 - καὶ κατέβησαν τρεῖς χιλιάδες ἀνδρῶν ἐξ Ιουδα ἐπὶ τὴν ὀπὴν τῆς πέτρας Ηταμ καὶ εἶπαν πρὸς Σαμψων οὐκ οἶδας ὅτι ἄρχουσιν ἡμῶν οἱ ἀλλόφυλοι καὶ ἵνα τί ταῦτα ἐποίησας ἡμῖν καὶ εἶπεν αὐτοῖς Σαμψων καθὼς ἐποίησαν ἡμῖν οὕτως ἐποίησα αὐτοῖς
Unchecked Copy BoxJdg 15:12 - καὶ εἶπαν αὐτῷ τοῦ δῆσαί σε κατέβημεν καὶ παραδοῦναί σε εἰς χεῖρας ἀλλοφύλων καὶ εἶπεν αὐτοῖς Σαμψων ὀμόσατέ μοι μὴ ἀποκτεῖναί με ὑμεῖς καὶ παράδοτέ με αὐτοῖς μήποτε ἀπαντήσητε ὑμεῖς ἐν ἐμοί
Unchecked Copy BoxJdg 15:13 - καὶ ὤμοσαν αὐτῷ λέγοντες οὐχί ἀλλὰ δεσμῷ δήσομέν σε καὶ παραδώσομέν σε εἰς χεῖρας αὐτῶν θανάτῳ δὲ οὐ θανατώσομέν σε καὶ ἔδησαν αὐτὸν δύο καλωδίοις καινοῖς καὶ ἀνήγαγον αὐτὸν ἐκ τῆς πέτρας
Unchecked Copy BoxJdg 15:14 - καὶ αὐτὸς ἦλθεν ἕως Σιαγόνος καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν εἰς ἀπάντησιν αὐτοῦ καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ καὶ κατηύθυνεν ἐπ᾽ αὐτὸν πνεῦμα κυρίου καὶ ἐγένοντο τὰ καλώδια τὰ ἐν τοῖς βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον ἡνίκα ἂν ὀσφρανθῇ πυρός καὶ διελύθησαν οἱ δεσμοὶ ἀπὸ τῶν βραχιόνων αὐτοῦ
Unchecked Copy BoxJdg 15:15 - καὶ εὗρεν σιαγόνα ὄνου ἐρριμμένην ἐν τῇ ὁδῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας
Unchecked Copy BoxJdg 15:16 - καὶ εἶπεν Σαμψων ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς ὅτι ἐν σιαγόνι ὄνου ἐπάταξα χιλίους ἄνδρας
Unchecked Copy BoxJdg 15:17 - καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλῶν καὶ ἔρριψεν τὴν σιαγόνα ἀπὸ τῆς χειρὸς αὐτοῦ καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Ἀναίρεσις σιαγόνος
Unchecked Copy BoxJdg 15:18 - καὶ ἐδίψησεν σφόδρα καὶ ἐβόησεν πρὸς κύριον καὶ εἶπεν σὺ ἔδωκας ἐν χειρὶ τοῦ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην καὶ νῦν ἀποθανοῦμαι ἐν δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριτμήτων
Unchecked Copy BoxJdg 15:19 - καὶ ἤνοιξεν θεὸς τὸ τραῦμα τῆς σιαγόνος καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδατα καὶ ἔπιεν καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ καὶ ἀνέψυξεν διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Πηγὴ ἐπίκλητος σιαγόνος ἕως τῆς ἡμέρας ταύτης
Unchecked Copy BoxJdg 15:20 - καὶ ἔκρινεν τὸν Ισραηλ ἐν ἡμέραις ἀλλοφύλων ἔτη εἴκοσι
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan