LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Κριτές (Judges) 19 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJdg 19:1 - καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις καὶ βασιλεὺς οὐκ ἦν ἐν Ισραηλ καὶ ἐγένετο ἀνὴρ Λευίτης παροικῶν ἐν μηροῖς ὄρους Εφραιμ καὶ ἔλαβεν ἀνὴρ ἑαυτῷ γυναῖκα παλλακὴν ἐκ Βηθλεεμ Ιουδα
Unchecked Copy BoxJdg 19:2 - καὶ ὠργίσθη αὐτῷ παλλακὴ αὐτοῦ καὶ ἀπῆλθεν ἀπ᾽ αὐτοῦ εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτῆς εἰς Βηθλεεμ Ιουδα καὶ ἐγένετο ἐκεῖ ἡμέρας τετράμηνον
Unchecked Copy BoxJdg 19:3 - καὶ ἀνέστη ἀνὴρ αὐτῆς καὶ ἐπορεύθη κατόπισθεν αὐτῆς τοῦ λαλῆσαι ἐπὶ τὴν καρδίαν αὐτῆς τοῦ διαλλάξαι αὐτὴν ἑαυτῷ καὶ ἀπαγαγεῖν αὐτὴν πάλιν πρὸς αὐτόν καὶ τὸ παιδάριον αὐτοῦ μετ᾽ αὐτοῦ καὶ ζεῦγος ὑποζυγίων καὶ ἐπορεύθη ἕως οἴκου τοῦ πατρὸς αὐτῆς καὶ εἶδεν αὐτὸν πατὴρ τῆς νεάνιδος καὶ παρῆν εἰς ἀπάντησιν αὐτοῦ
Unchecked Copy BoxJdg 19:4 - καὶ εἰσήγαγεν αὐτὸν γαμβρὸς αὐτοῦ πατὴρ τῆς νεάνιδος καὶ ἐκάθισεν μετ᾽ αὐτοῦ ἡμέρας τρεῖς καὶ ἔφαγον καὶ ἔπιον καὶ ὕπνωσαν ἐκεῖ
Unchecked Copy BoxJdg 19:5 - καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρθρισαν τὸ πρωί καὶ ἀνέστη τοῦ ἀπελθεῖν καὶ εἶπεν πατὴρ τῆς νεάνιδος πρὸς τὸν γαμβρὸν αὐτοῦ στήρισον τὴν καρδίαν σου κλάσματι ἄρτου καὶ μετὰ τοῦτο πορεύεσθε
Unchecked Copy BoxJdg 19:6 - καὶ ἐκάθισαν καὶ ἔφαγον ἀμφότεροι ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον καὶ εἶπεν πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα ἀρξάμενος αὐλίσθητι καὶ ἀγαθυνθήτω ἡ καρδία σου
Unchecked Copy BoxJdg 19:7 - καὶ ἀνέστη ἀνὴρ ἀπελθεῖν καὶ ἐβιάσατο αὐτὸν γαμβρὸς αὐτοῦ καὶ πάλιν ηὐλίσθη ἐκεῖ
Unchecked Copy BoxJdg 19:8 - καὶ ὤρθρισεν τὸ πρωὶ τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ ἀπελθεῖν καὶ εἶπεν πατὴρ τῆς νεάνιδος στήρισον τὴν καρδίαν σου ἄρτῳ καὶ στρατεύθητι ἕως κλίνῃ ἡμέρα καὶ ἔφαγον καὶ ἔπιον ἀμφότεροι
Unchecked Copy BoxJdg 19:9 - καὶ ἀνέστη ἀνὴρ τοῦ ἀπελθεῖν αὐτὸς καὶ παλλακὴ αὐτοῦ καὶ τὸ παιδάριον αὐτοῦ καὶ εἶπεν αὐτῷ γαμβρὸς αὐτοῦ πατὴρ τῆς νεάνιδος ἰδοὺ δὴ εἰς ἑσπέραν κέκλικεν ἡμέρα κατάλυσον ὧδε ἔτι σήμερον καὶ ἀγαθυνθήτω ἡ καρδία σου καὶ ὀρθριεῖτε αὔριον εἰς τὴν ὁδὸν ὑμῶν καὶ ἀπελεύσῃ εἰς τὸ σκήνωμά σου
Unchecked Copy BoxJdg 19:10 - καὶ οὐκ ἠθέλησεν ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ ἀπῆλθεν καὶ παρεγένοντο ἕως κατέναντι Ιεβους αὕτη ἐστὶν Ιερουσαλημ καὶ μετ᾽ αὐτοῦ ζεῦγος ὑποζυγίων ἐπισεσαγμένων καὶ παλλακὴ αὐτοῦ μετ᾽ αὐτοῦ
Unchecked Copy BoxJdg 19:11 - ἔτι αὐτῶν ὄντων κατὰ Ιεβους καὶ ἡμέρα κεκλικυῖα σφόδρα καὶ εἶπεν τὸ παιδάριον πρὸς τὸν κύριον αὐτοῦ δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς τὴν πόλιν τοῦ Ιεβουσαίου ταύτην καὶ αὐλισθῶμεν ἐν αὐτῇ
Unchecked Copy BoxJdg 19:12 - καὶ εἶπεν κύριος αὐτοῦ πρὸς αὐτόν οὐ μὴ ἐκκλίνω εἰς πόλιν ἀλλοτρίου οὐκ ἔστιν ἐκ τῶν υἱῶν Ισραηλ καὶ παρελευσόμεθα ἕως Γαβαα
Unchecked Copy BoxJdg 19:13 - καὶ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ δεῦρο καὶ εἰσέλθωμεν εἰς ἕνα τῶν τόπων καὶ αὐλισθῶμεν ἐν Γαβαα ἢ ἐν Ραμα
Unchecked Copy BoxJdg 19:14 - καὶ παρῆλθον καὶ ἀπῆλθον ἔδυ γὰρ ἥλιος ἐχόμενα τῆς Γαβαα ἥ ἐστιν τοῦ Βενιαμιν
Unchecked Copy BoxJdg 19:15 - καὶ ἐξέκλιναν ἐκεῖ τοῦ εἰσελθεῖν καταλῦσαι ἐν Γαβαα καὶ εἰσῆλθον καὶ ἐκάθισαν ἐν τῇ πλατείᾳ τῆς πόλεως καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων αὐτοὺς εἰς τὸν οἶκον καταλῦσαι
Unchecked Copy BoxJdg 19:16 - καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης εἰσῆλθεν ἀπὸ τῶν ἔργων αὐτοῦ ἐκ τοῦ ἀγροῦ ἑσπέρας καὶ ἀνὴρ ἐξ ὄρους Εφραιμ καὶ αὐτὸς παρῴκει ἐν Γαβαα καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ Βενιαμιν
Unchecked Copy BoxJdg 19:17 - καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν τὸν ἄνδρα τὸν ὁδοιπόρον ἐν τῇ πλατείᾳ τῆς πόλεως καὶ εἶπεν ἀνὴρ πρεσβύτης ποῦ πορεύῃ καὶ πόθεν ἔρχῃ
Unchecked Copy BoxJdg 19:18 - καὶ εἶπεν πρὸς αὐτόν διαβαίνομεν ἡμεῖς ἐκ Βηθλεεμ τῆς Ιουδα ἕως μηρῶν ὄρους τοῦ Εφραιμ ἐγὼ δὲ ἐκεῖθέν εἰμι καὶ ἐπορεύθην ἕως Βηθλεεμ Ιουδα καὶ εἰς τὸν οἶκόν μου ἐγὼ ἀποτρέχω καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν
Unchecked Copy BoxJdg 19:19 - καί γε ἄχυρα καὶ χορτάσματα ὑπάρχει τοῖς ὄνοις ἡμῶν καί γε ἄρτος καὶ οἶνος ὑπάρχει μοι καὶ τῇ δούλῃ σου καὶ τῷ παιδαρίῳ τοῖς δούλοις σου οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος
Unchecked Copy BoxJdg 19:20 - καὶ εἶπεν ἀνὴρ πρεσβύτης εἰρήνη σοι πλὴν πᾶν τὸ ὑστέρημά σου ἐπ᾽ ἐμέ πλὴν ἐν τῇ πλατείᾳ μὴ καταλύσῃς
Unchecked Copy BoxJdg 19:21 - καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν οἰκίαν αὐτοῦ καὶ παρέβαλεν τοῖς ὑποζυγίοις αὐτοῦ καὶ ἐνίψαντο τοὺς πόδας αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον
Unchecked Copy BoxJdg 19:22 - αὐτῶν δὲ ἀγαθυνθέντων τῇ καρδίᾳ αὐτῶν καὶ ἰδοὺ οἱ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων περιεκύκλωσαν τὴν οἰκίαν καὶ ἔκρουσαν τὴν θύραν καὶ εἶπαν πρὸς τὸν ἄνδρα τὸν κύριον τῆς οἰκίας τὸν πρεσβύτην λέγοντες ἐξάγαγε τὸν ἄνδρα τὸν εἰσελθόντα εἰς τὴν οἰκίαν σου ἵνα γνῶμεν αὐτόν
Unchecked Copy BoxJdg 19:23 - καὶ ἐξῆλθεν πρὸς αὐτοὺς ἀνὴρ κύριος τῆς οἰκίας καὶ εἶπεν πρὸς αὐτούς μηδαμῶς ἀδελφοί μὴ πονηρεύσησθε δή μετὰ τὸ εἰσεληλυθέναι τὸν ἄνδρα τοῦτον εἰς τὴν οἰκίαν μου μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην
Unchecked Copy BoxJdg 19:24 - ἰδοὺ θυγάτηρ μου παρθένος καὶ παλλακὴ αὐτοῦ ἐξάξω δὴ αὐτάς καὶ ταπεινώσατε αὐτὰς καὶ ποιήσατε αὐταῖς τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν καὶ τῷ ἀνδρὶ τούτῳ μὴ ποιήσητε τὸ ῥῆμα τῆς ἀφροσύνης ταύτης
Unchecked Copy BoxJdg 19:25 - καὶ οὐκ ἠθέλησαν οἱ ἄνδρες ἀκοῦσαι αὐτοῦ καὶ ἐπελάβετο ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιξαν αὐτῇ ὅλην τὴν νύκτα ἕως τὸ πρωί καὶ ἐξαπέστειλαν αὐτὴν ἅμα τῷ ἀναβαίνειν τὸν ὄρθρον
Unchecked Copy BoxJdg 19:26 - καὶ ἦλθεν γυνὴ τὸ πρὸς πρωὶ καὶ ἔπεσεν παρὰ τὴν θύραν τοῦ πυλῶνος τοῦ οἴκου τοῦ ἀνδρός οὗ ἦν κύριος αὐτῆς ἐκεῖ ἕως οὗ διέφαυσεν
Unchecked Copy BoxJdg 19:27 - καὶ ἀνέστη κύριος αὐτῆς τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας τοῦ οἴκου καὶ ἐξῆλθεν τοῦ ἀπελθεῖν τὴν ὁδὸν αὐτοῦ καὶ ἰδοὺ γυνὴ παλλακὴ αὐτοῦ πεπτωκυῖα παρὰ τὴν θύραν καὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον
Unchecked Copy BoxJdg 19:28 - καὶ εἶπεν πρὸς αὐτήν ἀνάστηθι καὶ ἀπέλθωμεν καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἀλλὰ τεθνήκει καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὸ ὑποζύγιον καὶ ἀνέστη ἀνὴρ καὶ ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ
Unchecked Copy BoxJdg 19:29 - καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν καὶ ἐπελάβετο τῆς παλλακῆς αὐτοῦ καὶ ἐμέλισεν αὐτὴν κατὰ τὰ ὀστᾶ αὐτῆς εἰς δώδεκα μερίδας καὶ ἐξαπέστειλεν αὐτὰς εἰς πάσας τὰς φυλὰς Ισραηλ
Unchecked Copy BoxJdg 19:30 - καὶ ἐγένετο πᾶς ὁρῶν ἔλεγεν οὔτε ἐγενήθη οὔτε ὤφθη οὕτως ἀπὸ τῆς ἡμέρας ἀναβάσεως υἱῶν Ισραηλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης καὶ ἐνετείλατο τοῖς ἀνδράσιν οἷς ἐξαπέστειλεν λέγων τάδε ἐρεῖτε πρὸς πάντα ἄνδρα Ισραηλ εἰ γέγονεν κατὰ τὸ ῥῆμα τοῦτο ἀπὸ τῆς ἡμέρας ἀναβάσεως υἱῶν Ισραηλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης θέσθε δὴ ἑαυτοῖς βουλὴν περὶ αὐτῆς καὶ λαλήσατε
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Judges Chapter 19 — Additional Translations: