The Blue Letter Bible
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Yermiyahu (Jeremiah) 25 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
Unchecked Copy BoxJer 25:1 - ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν ἐπὶ πάντα τὸν λαὸν Ιουδα ἐν τῷ ἔτει τῷ τετάρτῳ τοῦ Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα
Unchecked Copy BoxJer 25:2 - ὃν ἐλάλησεν πρὸς πάντα τὸν λαὸν Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ λέγων
Unchecked Copy BoxJer 25:3 - ἐν τρισκαιδεκάτῳ ἔτει Ιωσια υἱοῦ Αμως βασιλέως Ιουδα καὶ ἕως τῆς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ἔτη καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων καὶ λέγων
Unchecked Copy BoxJer 25:4 - καὶ ἀπέστελλον πρὸς ὑμᾶς τοὺς δούλους μου τοὺς προφήτας ὄρθρου ἀποστέλλων καὶ οὐκ εἰσηκούσατε καὶ οὐ προσέσχετε τοῗς ὠσὶν ὑμῶν
Unchecked Copy BoxJer 25:5 - λέγων ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων ὑμῶν καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα ὑμῗν καὶ τοῗς πατράσιν ὑμῶν ἀπ᾽ αἰῶνος καὶ ἕως αἰῶνος
Unchecked Copy BoxJer 25:6 - μὴ πορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῗς καὶ τοῦ προσκυνεῗν αὐτοῗς ὅπως μὴ παροργίζητέ με ἐν τοῗς ἔργοις τῶν χειρῶν ὑμῶν τοῦ κακῶσαι ὑμᾶς
Unchecked Copy BoxJer 25:7 - καὶ οὐκ ἠκούσατέ μου
Unchecked Copy BoxJer 25:8 - διὰ τοῦτο τάδε λέγει κύριος ἐπειδὴ οὐκ ἐπιστεύσατε τοῗς λόγοις μου
Unchecked Copy BoxJer 25:9 - ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ λήμψομαι τὴν πατριὰν ἀπὸ βορρᾶ καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς καὶ ἐξερημώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν καὶ εἰς συριγμὸν καὶ εἰς ὀνειδισμὸν αἰώνιον
Unchecked Copy BoxJer 25:10 - καὶ ἀπολῶ ἀπ᾽ αὐτῶν φωνὴν χαρᾶς καὶ φωνὴν εὐφροσύνης φωνὴν νυμφίου καὶ φωνὴν νύμφης ὀσμὴν μύρου καὶ φῶς λύχνου
Unchecked Copy BoxJer 25:11 - καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἀφανισμόν καὶ δουλεύσουσιν ἐν τοῗς ἔθνεσιν ἑβδομήκοντα ἔτη
Unchecked Copy BoxJer 25:12 - καὶ ἐν τῷ πληρωθῆναι τὰ ἑβδομήκοντα ἔτη ἐκδικήσω τὸ ἔθνος ἐκεῗνο φησὶν κύριος καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον
Unchecked Copy BoxJer 25:13 - καὶ ἐπάξω ἐπὶ τὴν γῆν ἐκείνην πάντας τοὺς λόγους μου οὓς ἐλάλησα κατ᾽ αὐτῆς πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ
Unchecked Copy BoxJer 25:15 - (LXX 32:13)ὅσα ἐπροφήτευσεν Ιερεμιας ἐπὶ πάντα τὰ ἔθνη 777015οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ λαβὲ τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου καὶ ποτιεῗς πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς
Unchecked Copy BoxJer 25:16 - (LXX 32:16)καὶ πίονται καὶ ἐξεμοῦνται καὶ μανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτῶν
Unchecked Copy BoxJer 25:17 - (LXX 32:17)καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς κυρίου καὶ ἐπότισα τὰ ἔθνη πρὸς ἃ ἀπέστειλέν με κύριος ἐπ᾽ αὐτά
Unchecked Copy BoxJer 25:18 - (LXX 32:18)τὴν Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα καὶ βασιλεῗς Ιουδα καὶ ἄρχοντας αὐτοῦ τοῦ θεῗναι αὐτὰς εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς συριγμὸν
Unchecked Copy BoxJer 25:19 - (LXX 32:19)καὶ τὸν Φαραω βασιλέα Αἰγύπτου καὶ τοὺς παῗδας αὐτοῦ καὶ τοὺς μεγιστᾶνας αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ
Unchecked Copy BoxJer 25:20 - (LXX 32:20)καὶ πάντας τοὺς συμμίκτους αὐτοῦ καὶ πάντας τοὺς βασιλεῗς ἀλλοφύλων τὴν Ἀσκαλῶνα καὶ τὴν Γάζαν καὶ τὴν Ακκαρων καὶ τὸ ἐπίλοιπον Ἀζώτου
Unchecked Copy BoxJer 25:21 - (LXX 32:21)καὶ τὴν Ιδουμαίαν καὶ τὴν Μωαβῗτιν καὶ τοὺς υἱοὺς Αμμων
Unchecked Copy BoxJer 25:22 - (LXX 32:22)καὶ πάντας βασιλεῗς Τύρου καὶ βασιλεῗς Σιδῶνος καὶ βασιλεῗς τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης
Unchecked Copy BoxJer 25:23 - (LXX 32:23)καὶ τὴν Δαιδαν καὶ τὴν Θαιμαν καὶ τὴν Ρως καὶ πᾶν περικεκαρμένον κατὰ πρόσωπον αὐτοῦ
Unchecked Copy BoxJer 25:24 - (LXX 32:24)καὶ πάντας τοὺς συμμίκτους τοὺς καταλύοντας ἐν τῇ ἐρήμῳ
Unchecked Copy BoxJer 25:25 - (LXX 32:25)καὶ πάντας βασιλεῗς Αιλαμ καὶ πάντας βασιλεῗς Περσῶν
Unchecked Copy BoxJer 25:26 - (LXX 32:26)καὶ πάντας βασιλεῗς ἀπὸ ἀπηλιώτου τοὺς πόρρω καὶ τοὺς ἐγγύς ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτοῦ καὶ πάσας τὰς βασιλείας τὰς ἐπὶ προσώπου τῆς γῆς
Unchecked Copy BoxJer 25:27 - (LXX 32:27)καὶ ἐρεῗς αὐτοῗς οὕτως εἶπεν κύριος παντοκράτωρ πίετε καὶ μεθύσθητε καὶ ἐξεμέσατε καὶ πεσεῗσθε καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον ὑμῶν
Unchecked Copy BoxJer 25:28 - (LXX 32:28)καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου ὥστε πιεῗν καὶ ἐρεῗς οὕτως εἶπεν κύριος πιόντες πίεσθε
Unchecked Copy BoxJer 25:29 - (LXX 32:29)ὅτι ἐν πόλει ἐν ᾗ ὠνομάσθη τὸ ὄνομά μου ἐπ᾽ αὐτήν ἐγὼ ἄρχομαι κακῶσαι καὶ ὑμεῗς καθάρσει οὐ μὴ καθαρισθῆτε ὅτι μάχαιραν ἐγὼ καλῶ ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς
Unchecked Copy BoxJer 25:30 - (LXX 32:30)καὶ σὺ προφητεύσεις ἐπ᾽ αὐτοὺς τοὺς λόγους τούτους καὶ ἐρεῗς κύριος ἀφ᾽ ὑψηλοῦ χρηματιεῗ ἀπὸ τοῦ ἁγίου αὐτοῦ δώσει φωνὴν αὐτοῦ λόγον χρηματιεῗ ἐπὶ τοῦ τόπου αὐτοῦ καὶ αιδαδ ὥσπερ τρυγῶντες ἀποκριθήσονται καὶ ἐπὶ τοὺς καθημένους ἐπὶ τὴν γῆν
Unchecked Copy BoxJer 25:31 - (LXX 32:31)ἥκει ὄλεθρος ἐπὶ μέρος τῆς γῆς ὅτι κρίσις τῷ κυρίῳ ἐν τοῗς ἔθνεσιν κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα οἱ δὲ ἀσεβεῗς ἐδόθησαν εἰς μάχαιραν λέγει κύριος
Unchecked Copy BoxJer 25:32 - (LXX 32:32)οὕτως εἶπεν κύριος ἰδοὺ κακὰ ἔρχεται ἀπὸ ἔθνους ἐπὶ ἔθνος καὶ λαῗλαψ μεγάλη ἐκπορεύεται ἀπ᾽ ἐσχάτου τῆς γῆς
Unchecked Copy BoxJer 25:33 - (LXX 32:33)καὶ ἔσονται τραυματίαι ὑπὸ κυρίου ἐν ἡμέρᾳ κυρίου ἐκ μέρους τῆς γῆς καὶ ἕως εἰς μέρος τῆς γῆς οὐ μὴ κατορυγῶσιν εἰς κόπρια ἐπὶ προσώπου τῆς γῆς ἔσονται
Unchecked Copy BoxJer 25:34 - (LXX 32:34)ἀλαλάξατε ποιμένες καὶ κεκράξατε καὶ κόπτεσθε οἱ κριοὶ τῶν προβάτων ὅτι ἐπληρώθησαν αἱ ἡμέραι ὑμῶν εἰς σφαγήν καὶ πεσεῗσθε ὥσπερ οἱ κριοὶ οἱ ἐκλεκτοί
Unchecked Copy BoxJer 25:35 - (LXX 32:35)καὶ ἀπολεῗται φυγὴ ἀπὸ τῶν ποιμένων καὶ σωτηρία ἀπὸ τῶν κριῶν τῶν προβάτων
Unchecked Copy BoxJer 25:36 - (LXX 32:36)φωνὴ κραυγῆς τῶν ποιμένων καὶ ἀλαλαγμὸς τῶν προβάτων καὶ τῶν κριῶν ὅτι ὠλέθρευσεν κύριος τὰ βοσκήματα αὐτῶν
Unchecked Copy BoxJer 25:37 - (LXX 32:37)καὶ παύσεται τὰ κατάλοιπα τῆς εἰρήνης ἀπὸ προσώπου ὀργῆς θυμοῦ μου
Unchecked Copy BoxJer 25:38 - (LXX 32:38)ἐγκατέλιπεν ὥσπερ λέων κατάλυμα αὐτοῦ ὅτι ἐγενήθη ἡ γῆ αὐτῶν εἰς ἄβατον ἀπὸ προσώπου τῆς μαχαίρας τῆς μεγάλης
LXX Footnotes
Some portions of the Old Testament have small, consistent differences in verse numbering between the Hebrew and Greek Septuagint texts. For example, most of the Psalms are numbered by a difference of one. That is, Psalm 119 in the Hebrew/English is Psalm 118 in the Greek. In these cases, we display the Psalm 118 Greek with the Psalm 119 Hebrew/English so as to aid the user in his or her study. In Jeremiah, these differences are greater because of a variant Hebrew source text that may have been used by the original LXX translators.
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization