LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ιερεμίας (Jeremiah) 51 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJer 51:1 - (LXX 28:1)τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα
Unchecked Copy BoxJer 51:2 - (LXX 28:2)καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστάς καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς
Unchecked Copy BoxJer 51:3 - (LXX 28:3)ἐπ᾽ αὐτὴν τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ καὶ περιθέσθω ἐστιν ὅπλα αὐτῷ καὶ μὴ φείσησθε ἐπὶ νεανίσκους αὐτῆς καὶ ἀφανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς
Unchecked Copy BoxJer 51:4 - (LXX 28:4)καὶ πεσοῦνται τραυματίαι ἐν γῇ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτῆς
Unchecked Copy BoxJer 51:5 - (LXX 28:5)διότι οὐκ ἐχήρευσεν Ισραηλ καὶ Ιουδας ἀπὸ θεοῦ αὐτῶν ἀπὸ κυρίου παντοκράτορος ὅτι γῆ αὐτῶν ἐπλήσθη ἀδικίας ἀπὸ τῶν ἁγίων Ισραηλ
Unchecked Copy BoxJer 51:6 - (LXX 28:6)φεύγετε ἐκ μέσου Βαβυλῶνος καὶ ἀνασῴζετε ἕκαστος τὴν ψυχὴν αὐτοῦ καὶ μὴ ἀπορριφῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς ὅτι καιρὸς ἐκδικήσεως αὐτῆς ἐστιν παρὰ κυρίου ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτῇ
Unchecked Copy BoxJer 51:7 - (LXX 28:7)ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ κυρίου μεθύσκον πᾶσαν τὴν γῆν ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη διὰ τοῦτο ἐσαλεύθησαν
Unchecked Copy BoxJer 51:8 - (LXX 28:8)καὶ ἄφνω ἔπεσεν Βαβυλὼν καὶ συνετρίβη θρηνεῖτε αὐτήν λάβετε ῥητίνην τῇ διαφθορᾷ αὐτῆς εἴ πως ἰαθήσεται
Unchecked Copy BoxJer 51:9 - (LXX 28:9)ἰατρεύσαμεν τὴν Βαβυλῶνα καὶ οὐκ ἰάθη ἐγκαταλίπωμεν αὐτὴν καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ ὅτι ἤγγισεν εἰς οὐρανὸν τὸ κρίμα αὐτῆς ἐξῆρεν ἕως τῶν ἄστρων
Unchecked Copy BoxJer 51:10 - (LXX 28:10)ἐξήνεγκεν κύριος τὸ κρίμα αὐτοῦ δεῦτε καὶ ἀναγγείλωμεν εἰς Σιων τὰ ἔργα κυρίου θεοῦ ἡμῶν
Unchecked Copy BoxJer 51:11 - (LXX 28:11)παρασκευάζετε τὰ τοξεύματα πληροῦτε τὰς φαρέτρας ἤγειρεν κύριος τὸ πνεῦμα βασιλέως Μήδων ὅτι εἰς Βαβυλῶνα ὀργὴ αὐτοῦ τοῦ ἐξολεθρεῦσαι αὐτήν ὅτι ἐκδίκησις κυρίου ἐστίν ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν
Unchecked Copy BoxJer 51:12 - (LXX 28:12)ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον ἐπιστήσατε φαρέτρας ἐγείρατε φυλακάς ἑτοιμάσατε ὅπλα ὅτι ἐνεχείρησεν καὶ ποιήσει κύριος ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα
Unchecked Copy BoxJer 51:13 - (LXX 28:13)κατασκηνοῦντας ἐφ᾽ ὕδασι πολλοῖς καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς ἥκει τὸ πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχα σου
Unchecked Copy BoxJer 51:14 - (LXX 28:14)ὅτι ὤμοσεν κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες
Unchecked Copy BoxJer 51:15 - (LXX 28:15)ποιῶν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν
Unchecked Copy BoxJer 51:16 - (LXX 28:16)εἰς φωνὴν ἔθετο ἦχος ὕδατος ἐν τῷ οὐρανῷ καὶ ἀνήγαγεν νεφέλας ἀπ᾽ ἐσχάτου τῆς γῆς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φῶς ἐκ θησαυρῶν αὐτοῦ
Unchecked Copy BoxJer 51:17 - (LXX 28:17)ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ ὅτι ψευδῆ ἐχώνευσαν οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς
Unchecked Copy BoxJer 51:18 - (LXX 28:18)μάταιά ἐστιν ἔργα μεμωκημένα ἐν καιρῷ ἐπισκέψεως αὐτῶν ἀπολοῦνται
Unchecked Copy BoxJer 51:19 - (LXX 28:19)οὐ τοιαύτη μερὶς τῷ Ιακωβ ὅτι πλάσας τὰ πάντα αὐτός ἐστιν κληρονομία αὐτοῦ κύριος ὄνομα αὐτῷ
Unchecked Copy BoxJer 51:20 - (LXX 28:20)διασκορπίζεις σύ μοι σκεύη πολέμου καὶ διασκορπιῶ ἐν σοὶ ἔθνη καὶ ἐξαρῶ ἐκ σοῦ βασιλεῖς
Unchecked Copy BoxJer 51:21 - (LXX 28:21)καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἀναβάτην αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν
Unchecked Copy BoxJer 51:22 - (LXX 28:22)καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον καὶ παρθένον καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα
Unchecked Copy BoxJer 51:23 - (LXX 28:23)καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου
Unchecked Copy BoxJer 51:24 - (LXX 28:24)καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν ἃς ἐποίησαν ἐπὶ Σιων κατ᾽ ὀφθαλμοὺς ὑμῶν λέγει κύριος
Unchecked Copy BoxJer 51:25 - (LXX 28:25)ἰδοὺ ἐγὼ πρὸς σέ τὸ ὄρος τὸ διεφθαρμένον τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ κατακυλιῶ σε ἀπὸ τῶν πετρῶν καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον
Unchecked Copy BoxJer 51:26 - (LXX 28:26)καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον ὅτι εἰς ἀφανισμὸν εἰς τὸν αἰῶνα ἔσῃ λέγει κύριος
Unchecked Copy BoxJer 51:27 - (LXX 28:27)ἄρατε σημεῖον ἐπὶ τῆς γῆς σαλπίσατε ἐν ἔθνεσιν σάλπιγγι ἁγιάσατε ἐπ᾽ αὐτὴν ἔθνη παραγγείλατε ἐπ᾽ αὐτὴν βασιλείαις Αραρατ παρ᾽ ἐμοῦ καὶ τοῖς Ασχαναζαίοις ἐπιστήσατε ἐπ᾽ αὐτὴν βελοστάσεις ἀναβιβάσατε ἐπ᾽ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆθος
Unchecked Copy BoxJer 51:28 - (LXX 28:28)ἁγιάσατε ἐπ᾽ αὐτὴν ἔθνη τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς τοὺς ἡγουμένους αὐτοῦ καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ
Unchecked Copy BoxJer 51:29 - (LXX 28:29)ἐσείσθη γῆ καὶ ἐπόνεσεν διότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς κυρίου τοῦ θεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀφανισμὸν καὶ μὴ κατοικεῖσθαι αὐτήν
Unchecked Copy BoxJer 51:30 - (LXX 28:30)ἐξέλιπεν μαχητὴς Βαβυλῶνος τοῦ πολεμεῖν καθήσονται ἐκεῖ ἐν περιοχῇ ἐθραύσθη δυναστεία αὐτῶν ἐγενήθησαν ὡσεὶ γυναῖκες ἐνεπυρίσθη τὰ σκηνώματα αὐτῆς συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς
Unchecked Copy BoxJer 51:31 - (LXX 28:31)διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ Βαβυλῶνος ὅτι ἑάλωκεν ἡ πόλις αὐτοῦ
Unchecked Copy BoxJer 51:32 - (LXX 28:32)ἀπ᾽ ἐσχάτου τῶν διαβάσεων αὐτοῦ ἐλήμφθησαν καὶ τὰ συστέματα αὐτῶν ἐνέπρησαν ἐν πυρί καὶ ἄνδρες αὐτοῦ οἱ πολεμισταὶ ἐξέρχονται
Unchecked Copy BoxJer 51:33 - (LXX 28:33)διότι τάδε λέγει κύριος οἶκοι βασιλέως Βαβυλῶνος ὡς ἅλων ὥριμος ἀλοηθήσονται ἔτι μικρὸν καὶ ἥξει ἄμητος αὐτῆς
Unchecked Copy BoxJer 51:34 - (LXX 28:34)κατέφαγέν με ἐμερίσατό με κατέλαβέν με σκεῦος λεπτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος κατέπιέν με ὡς δράκων ἔπλησεν τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τρυφῆς μου ἐξῶσέν με
Unchecked Copy BoxJer 51:35 - (LXX 28:35)οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα ἐρεῖ κατοικοῦσα Σιων καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἐρεῖ Ιερουσαλημ
Unchecked Copy BoxJer 51:36 - (LXX 28:36)διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς
Unchecked Copy BoxJer 51:37 - (LXX 28:37)καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμὸν καὶ οὐ κατοικηθήσεται
Unchecked Copy BoxJer 51:38 - (LXX 28:38)ἅμα ὡς λέοντες ἐξηγέρθησαν καὶ ὡς σκύμνοι λεόντων
Unchecked Copy BoxJer 51:39 - (LXX 28:39)ἐν τῇ θερμασίᾳ αὐτῶν δώσω πότημα αὐτοῖς καὶ μεθύσω αὐτούς ὅπως καρωθῶσιν καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐγερθῶσι λέγει κύριος
Unchecked Copy BoxJer 51:40 - (LXX 28:40)καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν καὶ ὡς κριοὺς μετ᾽ ἐρίφων
Unchecked Copy BoxJer 51:41 - (LXX 28:41)πῶς ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τῆς γῆς πῶς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν τοῖς ἔθνεσιν
Unchecked Copy BoxJer 51:42 - (LXX 28:42)ἀνέβη ἐπὶ Βαβυλῶνα θάλασσα ἐν ἤχῳ κυμάτων αὐτῆς καὶ κατεκαλύφθη
Unchecked Copy BoxJer 51:43 - (LXX 28:43)ἐγενήθησαν αἱ πόλεις αὐτῆς γῆ ἄνυδρος καὶ ἄβατος οὐ κατοικήσει ἐν αὐτῇ οὐδὲ εἷς οὐδὲ μὴ καταλύσῃ ἐν αὐτῇ υἱὸς ἀνθρώπου
Unchecked Copy BoxJer 51:44 - (LXX 28:44)καὶ ἐκδικήσω ἐπὶ Βαβυλῶνα καὶ ἐξοίσω κατέπιεν ἐκ τοῦ στόματος αὐτῆς καὶ οὐ μὴ συναχθῶσιν πρὸς αὐτὴν ἔτι τὰ ἔθνη
Unchecked Copy BoxJer 51:49 - (LXX 28:49)καὶ ἐν Βαβυλῶνι πεσοῦνται τραυματίαι πάσης τῆς γῆς
Unchecked Copy BoxJer 51:50 - (LXX 28:50)ἀνασῳζόμενοι ἐκ γῆς πορεύεσθε καὶ μὴ ἵστασθε οἱ μακρόθεν μνήσθητε τοῦ κυρίου καὶ Ιερουσαλημ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν
Unchecked Copy BoxJer 51:51 - (LXX 28:51)ᾐσχύνθημεν ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν εἰσῆλθον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν εἰς οἶκον κυρίου
Unchecked Copy BoxJer 51:52 - (LXX 28:52)διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς καὶ ἐν πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι
Unchecked Copy BoxJer 51:53 - (LXX 28:53)ὅτι ἐὰν ἀναβῇ Βαβυλὼν ὡς οὐρανὸς καὶ ὅτι ἐὰν ὀχυρώσῃ ὕψος ἰσχύος αὐτῆς παρ᾽ ἐμοῦ ἥξουσιν ἐξολεθρεύοντες αὐτήν λέγει κύριος
Unchecked Copy BoxJer 51:54 - (LXX 28:54)φωνὴ κραυγῆς ἐν Βαβυλῶνι καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων
Unchecked Copy BoxJer 51:55 - (LXX 28:55)ὅτι ἐξωλέθρευσεν κύριος τὴν Βαβυλῶνα καὶ ἀπώλεσεν ἀπ᾽ αὐτῆς φωνὴν μεγάλην ἠχοῦσαν ὡς ὕδατα πολλά ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτῆς
Unchecked Copy BoxJer 51:56 - (LXX 28:56)ὅτι ἦλθεν ἐπὶ Βαβυλῶνα ταλαιπωρία ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς ἐπτόηται τὸ τόξον αὐτῶν ὅτι θεὸς ἀνταποδίδωσιν αὐτοῖς κύριος ἀνταποδίδωσιν αὐτῇ τὴν ἀνταπόδοσιν
Unchecked Copy BoxJer 51:57 - (LXX 28:57)καὶ μεθύσει μέθῃ τοὺς ἡγεμόνας αὐτῆς καὶ τοὺς σοφοὺς αὐτῆς καὶ τοὺς στρατηγοὺς αὐτῆς λέγει βασιλεύς κύριος παντοκράτωρ ὄνομα αὐτῷ
Unchecked Copy BoxJer 51:58 - (LXX 28:58)τάδε λέγει κύριος τεῖχος Βαβυλῶνος ἐπλατύνθη κατασκαπτόμενον κατασκαφήσεται καὶ αἱ πύλαι αὐτῆς αἱ ὑψηλαὶ ἐμπυρισθήσονται καὶ οὐ κοπιάσουσιν λαοὶ εἰς κενόν καὶ ἔθνη ἐν ἀρχῇ ἐκλείψουσιν
Unchecked Copy BoxJer 51:59 - (LXX 28:59) λόγος ὃν ἐνετείλατο κύριος Ιερεμια τῷ προφήτῃ εἰπεῖν τῷ Σαραια υἱῷ Νηριου υἱοῦ Μαασαιου ὅτε ἐπορεύετο παρὰ Σεδεκιου βασιλέως Ιουδα εἰς Βαβυλῶνα ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ καὶ Σαραιας ἄρχων δώρων
Unchecked Copy BoxJer 51:60 - (LXX 28:60)καὶ ἔγραψεν Ιερεμιας πάντα τὰ κακά ἥξει ἐπὶ Βαβυλῶνα ἐν βιβλίῳ ἑνί πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλῶνα
Unchecked Copy BoxJer 51:61 - (LXX 28:61)καὶ εἶπεν Ιερεμιας πρὸς Σαραιαν ὅταν ἔλθῃς εἰς Βαβυλῶνα καὶ ὄψῃ καὶ ἀναγνώσῃ πάντας τοὺς λόγους τούτους
Unchecked Copy BoxJer 51:62 - (LXX 28:62)καὶ ἐρεῖς κύριε κύριε σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον τοῦ ἐξολεθρεῦσαι αὐτὸν καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντας ἀπὸ ἀνθρώπου ἕως κτήνους ὅτι ἀφανισμὸς εἰς τὸν αἰῶνα ἔσται
Unchecked Copy BoxJer 51:63 - (LXX 28:63)καὶ ἔσται ὅταν παύσῃ τοῦ ἀναγινώσκειν τὸ βιβλίον τοῦτο καὶ ἐπιδήσεις ἐπ᾽ αὐτὸ λίθον καὶ ῥίψεις αὐτὸ εἰς μέσον τοῦ Εὐφράτου
Unchecked Copy BoxJer 51:64 - (LXX 28:64)καὶ ἐρεῖς οὕτως καταδύσεται Βαβυλὼν καὶ οὐ μὴ ἀναστῇ ἀπὸ προσώπου τῶν κακῶν ὧν ἐγὼ ἐπάγω ἐπ᾽ αὐτήν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Jeremiah Chapter 51 — Additional Translations: