LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ιώβ (Job) 10 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJob 10:1 - κάμνων τῇ ψυχῇ μου στένων ἐπαφήσω ἐπ᾽ αὐτὸν τὰ ῥήματά μου λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος
Unchecked Copy BoxJob 10:2 - καὶ ἐρῶ πρὸς κύριον μή με ἀσεβεῖν δίδασκε καὶ διὰ τί με οὕτως ἔκρινας
Unchecked Copy BoxJob 10:3 - καλόν σοι ἐὰν ἀδικήσω ὅτι ἀπείπω ἔργα χειρῶν σου βουλῇ δὲ ἀσεβῶν προσέσχες
Unchecked Copy BoxJob 10:4 - ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς καθὼς ὁρᾷ ἄνθρωπος βλέψῃ
Unchecked Copy BoxJob 10:5 - βίος σου ἀνθρώπινός ἐστιν τὰ ἔτη σου ἀνδρός
Unchecked Copy BoxJob 10:6 - ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας
Unchecked Copy BoxJob 10:7 - οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα ἀλλὰ τίς ἐστιν ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος
Unchecked Copy BoxJob 10:8 - αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με μετὰ ταῦτα μεταβαλών με ἔπαισας
Unchecked Copy BoxJob 10:9 - μνήσθητι ὅτι πηλόν με ἔπλασας εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις
Unchecked Copy BoxJob 10:10 - οὐχ ὥσπερ γάλα με ἤμελξας ἐτύρωσας δέ με ἴσα τυρῷ
Unchecked Copy BoxJob 10:11 - δέρμα καὶ κρέας με ἐνέδυσας ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας
Unchecked Copy BoxJob 10:12 - ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ᾽ ἐμοί δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα
Unchecked Copy BoxJob 10:13 - ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι ἀδυνατεῖ δέ σοι οὐθέν
Unchecked Copy BoxJob 10:14 - ἐάν τε γὰρ ἁμάρτω φυλάσσεις με ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας
Unchecked Copy BoxJob 10:15 - ἐάν τε γὰρ ἀσεβὴς οἴμμοι ἐάν τε δίκαιος οὐ δύναμαι ἀνακύψαι πλήρης γὰρ ἀτιμίας εἰμί
Unchecked Copy BoxJob 10:16 - ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν πάλιν δὲ μεταβαλὼν δεινῶς με ὀλέκεις
Unchecked Copy BoxJob 10:17 - ἐπανακαινίζων ἐπ᾽ ἐμὲ τὴν ἔτασίν μου ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω ἐπήγαγες δὲ ἐπ᾽ ἐμὲ πειρατήρια
Unchecked Copy BoxJob 10:18 - ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες καὶ οὐκ ἀπέθανον ὀφθαλμὸς δέ με οὐκ εἶδεν
Unchecked Copy BoxJob 10:19 - καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην
Unchecked Copy BoxJob 10:20 - οὐκ ὀλίγος ἐστὶν χρόνος τοῦ βίου μου ἔασόν με ἀναπαύσασθαι μικρὸν
Unchecked Copy BoxJob 10:21 - πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν
Unchecked Copy BoxJob 10:22 - εἰς γῆν σκότους αἰωνίου οὗ οὐκ ἔστιν φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Job Chapter 10 — Additional Translations: