LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ψαλμοί (Job) 15 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJob 15:1 - ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει
Unchecked Copy BoxJob 15:2 - πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος καὶ ἐνέπλησεν πόνον γαστρὸς
Unchecked Copy BoxJob 15:3 - ἐλέγχων ἐν ῥήμασιν οἷς οὐ δεῖ ἐν λόγοις οἷς οὐδὲν ὄφελος
Unchecked Copy BoxJob 15:4 - οὐ καὶ σὺ ἀπεποιήσω φόβον συνετελέσω δὲ ῥήματα τοιαῦτα ἔναντι τοῦ κυρίου
Unchecked Copy BoxJob 15:5 - ἔνοχος εἶ ῥήμασιν στόματός σου οὐδὲ διέκρινας ῥήματα δυναστῶν
Unchecked Copy BoxJob 15:6 - ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ τὰ δὲ χείλη σου καταμαρτυρήσουσίν σου
Unchecked Copy BoxJob 15:7 - τί γάρ μὴ πρῶτος ἀνθρώπων ἐγενήθης πρὸ θινῶν ἐπάγης
Unchecked Copy BoxJob 15:8 - σύνταγμα κυρίου ἀκήκοας εἰς δὲ σὲ ἀφίκετο σοφία
Unchecked Copy BoxJob 15:9 - τί γὰρ οἶδας οὐκ οἴδαμεν τί συνίεις οὐχὶ καὶ ἡμεῖς
Unchecked Copy BoxJob 15:10 - καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν βαρύτερος τοῦ πατρός σου ἡμέραις
Unchecked Copy BoxJob 15:11 - ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι μεγάλως ὑπερβαλλόντως λελάληκας
Unchecked Copy BoxJob 15:12 - τί ἐτόλμησεν καρδία σου τί ἐπήνεγκαν οἱ ὀφθαλμοί σου
Unchecked Copy BoxJob 15:13 - ὅτι θυμὸν ἔρρηξας ἔναντι κυρίου ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα
Unchecked Copy BoxJob 15:14 - τίς γὰρ ὢν βροτός ὅτι ἔσται ἄμεμπτος ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός
Unchecked Copy BoxJob 15:15 - εἰ κατὰ ἁγίων οὐ πιστεύει οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ
Unchecked Copy BoxJob 15:16 - ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ
Unchecked Copy BoxJob 15:17 - ἀναγγελῶ δέ σοι ἄκουέ μου δὴ ἑώρακα ἀναγγελῶ σοι
Unchecked Copy BoxJob 15:18 - σοφοὶ ἐροῦσιν καὶ οὐκ ἔκρυψαν πατέρας αὐτῶν
Unchecked Copy BoxJob 15:19 - αὐτοῖς μόνοις ἐδόθη γῆ καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ᾽ αὐτούς
Unchecked Copy BoxJob 15:20 - πᾶς βίος ἀσεβοῦς ἐν φροντίδι ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ
Unchecked Copy BoxJob 15:21 - δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ ὅταν δοκῇ ἤδη εἰρηνεύειν ἥξει αὐτοῦ καταστροφή
Unchecked Copy BoxJob 15:22 - μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου
Unchecked Copy BoxJob 15:23 - κατατέτακται δὲ εἰς σῖτα γυψίν οἶδεν δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα ἡμέρα δὲ αὐτὸν σκοτεινὴ στροβήσει
Unchecked Copy BoxJob 15:24 - ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων
Unchecked Copy BoxJob 15:25 - ὅτι ἦρκεν χεῖρας ἐναντίον τοῦ κυρίου ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν
Unchecked Copy BoxJob 15:26 - ἔδραμεν δὲ ἐναντίον αὐτοῦ ὕβρει ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ
Unchecked Copy BoxJob 15:27 - ὅτι ἐκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ καὶ ἐποίησεν περιστόμιον ἐπὶ τῶν μηρίων
Unchecked Copy BoxJob 15:28 - αὐλισθείη δὲ πόλεις ἐρήμους εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν ἄλλοι ἀποίσονται
Unchecked Copy BoxJob 15:29 - οὔτε μὴ πλουτισθῇ οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιὰν
Unchecked Copy BoxJob 15:30 - οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος
Unchecked Copy BoxJob 15:31 - μὴ πιστευέτω ὅτι ὑπομενεῖ κενὰ γὰρ ἀποβήσεται αὐτῷ
Unchecked Copy BoxJob 15:32 - τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται καὶ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ
Unchecked Copy BoxJob 15:33 - τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας
Unchecked Copy BoxJob 15:34 - μαρτύριον γὰρ ἀσεβοῦς θάνατος πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν
Unchecked Copy BoxJob 15:35 - ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας ἀποβήσεται δὲ αὐτῷ κενά δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan