LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ψαλμοί (Job) 3 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJob 3:1 - μετὰ τοῦτο ἤνοιξεν Ιωβ τὸ στόμα αὐτοῦ
Unchecked Copy BoxJob 3:2 - καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων
Unchecked Copy BoxJob 3:3 - ἀπόλοιτο ἡμέρα ἐν ἐγεννήθην καὶ νύξ ἐν εἶπαν ἰδοὺ ἄρσεν
Unchecked Copy BoxJob 3:4 - ἡμέρα ἐκείνη εἴη σκότος καὶ μὴ ἀναζητήσαι αὐτὴν κύριος ἄνωθεν μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος
Unchecked Copy BoxJob 3:5 - ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου ἐπέλθοι ἐπ᾽ αὐτὴν γνόφος
Unchecked Copy BoxJob 3:6 - καταραθείη ἡμέρα καὶ νὺξ ἐκείνη ἀπενέγκαιτο αὐτὴν σκότος μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν
Unchecked Copy BoxJob 3:7 - ἀλλὰ νὺξ ἐκείνη εἴη ὀδύνη καὶ μὴ ἔλθοι ἐπ᾽ αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή
Unchecked Copy BoxJob 3:8 - ἀλλὰ καταράσαιτο αὐτὴν καταρώμενος τὴν ἡμέραν ἐκείνην μέλλων τὸ μέγα κῆτος χειρώσασθαι
Unchecked Copy BoxJob 3:9 - σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα
Unchecked Copy BoxJob 3:10 - ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου
Unchecked Copy BoxJob 3:11 - διὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην
Unchecked Copy BoxJob 3:12 - ἵνα τί δὲ συνήντησάν μοι γόνατα ἵνα τί δὲ μαστοὺς ἐθήλασα
Unchecked Copy BoxJob 3:13 - νῦν ἂν κοιμηθεὶς ἡσύχασα ὑπνώσας δὲ ἀνεπαυσάμην
Unchecked Copy BoxJob 3:14 - μετὰ βασιλέων βουλευτῶν γῆς οἳ ἠγαυριῶντο ἐπὶ ξίφεσιν
Unchecked Copy BoxJob 3:15 - μετὰ ἀρχόντων ὧν πολὺς χρυσός οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου
Unchecked Copy BoxJob 3:16 - ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς ὥσπερ νήπιοι οἳ οὐκ εἶδον φῶς
Unchecked Copy BoxJob 3:17 - ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι
Unchecked Copy BoxJob 3:18 - ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου
Unchecked Copy BoxJob 3:19 - μικρὸς καὶ μέγας ἐκεῖ ἐστιν καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ
Unchecked Copy BoxJob 3:20 - ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς
Unchecked Copy BoxJob 3:21 - οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς
Unchecked Copy BoxJob 3:22 - περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσιν
Unchecked Copy BoxJob 3:23 - θάνατος ἀνδρὶ ἀνάπαυμα συνέκλεισεν γὰρ θεὸς κατ᾽ αὐτοῦ
Unchecked Copy BoxJob 3:24 - πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ
Unchecked Copy BoxJob 3:25 - φόβος γάρ ὃν ἐφρόντισα ἦλθέν μοι καὶ ὃν ἐδεδοίκειν συνήντησέν μοι
Unchecked Copy BoxJob 3:26 - οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην ἦλθεν δέ μοι ὀργή
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan