LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ιώβ (Job) 31 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJob 31:1 - διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου καὶ οὐ συνήσω ἐπὶ παρθένον
Unchecked Copy BoxJob 31:2 - καὶ τί ἐμέρισεν θεὸς ἀπάνωθεν καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων
Unchecked Copy BoxJob 31:3 - οὐχὶ ἀπώλεια τῷ ἀδίκῳ καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν
Unchecked Copy BoxJob 31:4 - οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται
Unchecked Copy BoxJob 31:5 - εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν εἰ δὲ καὶ ἐσπούδασεν πούς μου εἰς δόλον
Unchecked Copy BoxJob 31:6 - ἱσταίη με ἄρα ἐν ζυγῷ δικαίῳ οἶδεν δὲ κύριος τὴν ἀκακίαν μου
Unchecked Copy BoxJob 31:7 - εἰ ἐξέκλινεν πούς μου ἐκ τῆς ὁδοῦ εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν καρδία μου εἰ δὲ καὶ ταῖς χερσίν μου ἡψάμην δώρων
Unchecked Copy BoxJob 31:8 - σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς
Unchecked Copy BoxJob 31:9 - εἰ ἐξηκολούθησεν καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς
Unchecked Copy BoxJob 31:10 - ἀρέσαι ἄρα καὶ γυνή μου ἑτέρῳ τὰ δὲ νήπιά μου ταπεινωθείη
Unchecked Copy BoxJob 31:11 - θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα
Unchecked Copy BoxJob 31:12 - πῦρ γάρ ἐστιν καιόμενον ἐπὶ πάντων τῶν μερῶν οὗ δ᾽ ἂν ἐπέλθῃ ἐκ ῥιζῶν ἀπώλεσεν
Unchecked Copy BoxJob 31:13 - εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου θεραπαίνης κρινομένων αὐτῶν πρός με
Unchecked Copy BoxJob 31:14 - τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιήσηται κύριος ἐὰν δὲ καὶ ἐπισκοπήν τίνα ἀπόκρισιν ποιήσομαι
Unchecked Copy BoxJob 31:15 - πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί καὶ ἐκεῖνοι γεγόνασιν γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ
Unchecked Copy BoxJob 31:16 - ἀδύνατοι δὲ χρείαν ἥν ποτ᾽ εἶχον οὐκ ἀπέτυχον χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα
Unchecked Copy BoxJob 31:17 - εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ ὀρφανῷ μετέδωκα
Unchecked Copy BoxJob 31:18 - ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα
Unchecked Copy BoxJob 31:19 - εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα
Unchecked Copy BoxJob 31:20 - ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν
Unchecked Copy BoxJob 31:21 - εἰ ἐπῆρα ὀρφανῷ χεῖρα πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν
Unchecked Copy BoxJob 31:22 - ἀποσταίη ἄρα ὦμός μου ἀπὸ τῆς κλειδός δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνός μου συντριβείη
Unchecked Copy BoxJob 31:23 - φόβος γὰρ κυρίου συνέσχεν με καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω
Unchecked Copy BoxJob 31:24 - εἰ ἔταξα χρυσίον ἰσχύν μου εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα
Unchecked Copy BoxJob 31:25 - εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μοι γενομένου εἰ δὲ καὶ ἐπ᾽ ἀναριθμήτοις ἐθέμην χεῖρά μου
Unchecked Copy BoxJob 31:26 - οὐχ ὁρῶ μὲν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα σελήνην δὲ φθίνουσαν οὐ γὰρ ἐπ᾽ αὐτοῖς ἐστιν
Unchecked Copy BoxJob 31:27 - καὶ εἰ ἠπατήθη λάθρᾳ καρδία μου εἰ δὲ καὶ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα
Unchecked Copy BoxJob 31:28 - καὶ τοῦτό μοι ἄρα ἀνομία μεγίστη λογισθείη ὅτι ἐψευσάμην ἐναντίον κυρίου τοῦ ὑψίστου
Unchecked Copy BoxJob 31:29 - εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου καὶ εἶπεν καρδία μου εὖγε
Unchecked Copy BoxJob 31:30 - ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου θρυληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος
Unchecked Copy BoxJob 31:31 - εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι λίαν μου χρηστοῦ ὄντος
Unchecked Copy BoxJob 31:32 - ἔξω δὲ οὐκ ηὐλίζετο ξένος δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο
Unchecked Copy BoxJob 31:33 - εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου
Unchecked Copy BoxJob 31:34 - οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ
Unchecked Copy BoxJob 31:35 - τίς δῴη ἀκούοντά μου χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν συγγραφὴν δέ ἣν εἶχον κατά τινος
Unchecked Copy BoxJob 31:36 - ἐπ᾽ ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον
Unchecked Copy BoxJob 31:37 - καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα οὐθὲν λαβὼν παρὰ χρεοφειλέτου
Unchecked Copy BoxJob 31:38 - εἰ ἐπ᾽ ἐμοί ποτε γῆ ἐστέναξεν εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν
Unchecked Copy BoxJob 31:39 - εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα
Unchecked Copy BoxJob 31:40 - ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη ἀντὶ δὲ κριθῆς βάτος καὶ ἐπαύσατο Ιωβ ῥήμασιν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Job Chapter 31 — Additional Translations: