The Blue Letter Bible
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Iyov (Job) 9 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxJob 9:1 - ὑπολαβὼν δὲ Ιωβ λέγει

Unchecked Copy BoxJob 9:2 - ἐπ᾽ ἀληθείας οἶδα ὅτι οὕτως ἐστίν πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίῳ

Unchecked Copy BoxJob 9:3 - ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ οὐ μὴ ὑπακούσῃ αὐτῷ ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων

Unchecked Copy BoxJob 9:4 - σοφὸς γάρ ἐστιν διανοίᾳ κραταιός τε καὶ μέγας τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν

Unchecked Copy BoxJob 9:5 - ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν ὁ καταστρέφων αὐτὰ ὀργῇ

Unchecked Copy BoxJob 9:6 - ὁ σείων τὴν ὑπ᾽ οὐρανὸν ἐκ θεμελίων οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται

Unchecked Copy BoxJob 9:7 - ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει κατὰ δὲ ἄστρων κατασφραγίζει

Unchecked Copy BoxJob 9:8 - ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ὡς ἐπ᾽ ἐδάφους ἐπὶ θαλάσσης

Unchecked Copy BoxJob 9:9 - ὁ ποιῶν Πλειάδα καὶ ἕσπερον καὶ ἀρκτοῦρον καὶ ταμίεια νότου

Unchecked Copy BoxJob 9:10 - ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα ἔνδοξά τε καὶ ἐξαίσια ὧν οὐκ ἔστιν ἀριθμός

Unchecked Copy BoxJob 9:11 - ἐὰν ὑπερβῇ με οὐ μὴ ἴδω καὶ ἐὰν παρέλθῃ με οὐδ᾽ ὧς ἔγνων

Unchecked Copy BoxJob 9:12 - ἐὰν ἀπαλλάξῃ τίς ἀποστρέψει ἢ τίς ἐρεῗ αὐτῷ τί ἐποίησας

Unchecked Copy BoxJob 9:13 - αὐτὸς γὰρ ἀπέστραπται ὀργήν ὑπ᾽ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπ᾽ οὐρανόν

Unchecked Copy BoxJob 9:14 - ἐὰν δέ μου ὑπακούσηται ἦ διακρινεῗ τὰ ῥήματά μου

Unchecked Copy BoxJob 9:15 - ἐάν τε γὰρ ὦ δίκαιος οὐκ εἰσακούσεταί μου τοῦ κρίματος αὐτοῦ δεηθήσομαι

Unchecked Copy BoxJob 9:16 - ἐάν τε καλέσω καὶ ὑπακούσῃ οὐ πιστεύω ὅτι εἰσακήκοέν μου

Unchecked Copy BoxJob 9:17 - μὴ γνόφῳ με ἐκτρίψῃ πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διὰ κενῆς

Unchecked Copy BoxJob 9:18 - οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι ἐνέπλησεν δέ με πικρίας

Unchecked Copy BoxJob 9:19 - ὅτι μὲν γὰρ ἰσχύι κρατεῗ τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται

Unchecked Copy BoxJob 9:20 - ἐὰν γὰρ ὦ δίκαιος τὸ στόμα μου ἀσεβήσει ἐάν τε ὦ ἄμεμπτος σκολιὸς ἀποβήσομαι

Unchecked Copy BoxJob 9:21 - εἴτε γὰρ ἠσέβησα οὐκ οἶδα τῇ ψυχῇ πλὴν ὅτι ἀφαιρεῗταί μου ἡ ζωή

Unchecked Copy BoxJob 9:22 - διὸ εἶπον μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή

Unchecked Copy BoxJob 9:23 - ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ ἀλλὰ δίκαιοι καταγελῶνται

Unchecked Copy BoxJob 9:24 - παραδέδονται γὰρ εἰς χεῗρας ἀσεβοῦς πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει εἰ δὲ μὴ αὐτός τίς ἐστιν

Unchecked Copy BoxJob 9:25 - ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως ἀπέδρασαν καὶ οὐκ εἴδοσαν

Unchecked Copy BoxJob 9:26 - ἦ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν

Unchecked Copy BoxJob 9:27 - ἐάν τε γὰρ εἴπω ἐπιλήσομαι λαλῶν συγκύψας τῷ προσώπῳ στενάξω

Unchecked Copy BoxJob 9:28 - σείομαι πᾶσιν τοῗς μέλεσιν οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις

Unchecked Copy BoxJob 9:29 - ἐπειδὴ δέ εἰμι ἀσεβής διὰ τί οὐκ ἀπέθανον

Unchecked Copy BoxJob 9:30 - ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶν καθαραῗς

Unchecked Copy BoxJob 9:31 - ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας ἐβδελύξατο δέ με ἡ στολή

Unchecked Copy BoxJob 9:32 - οὐ γὰρ εἶ ἄνθρωπος κατ᾽ ἐμέ ᾧ ἀντικρινοῦμαι ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν

Unchecked Copy BoxJob 9:33 - εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων

Unchecked Copy BoxJob 9:34 - ἀπαλλαξάτω ἀπ᾽ ἐμοῦ τὴν ῥάβδον ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω

Unchecked Copy BoxJob 9:35 - καὶ οὐ μὴ φοβηθῶ ἀλλὰ λαλήσω οὐ γὰρ οὕτω συνεπίσταμαι
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization