The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Yehoshua (Joshua) 13 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxJos 13:1 - καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν σὺ προβέβηκας τῶν ἡμερῶν καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν

Unchecked Copy BoxJos 13:2 - καὶ αὕτη ἡ γῆ ἡ καταλελειμμένη ὅρια Φυλιστιιμ ὁ Γεσιρι καὶ ὁ Χαναναῗος

Unchecked Copy BoxJos 13:3 - ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων Ακκαρων ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῗς πέντε σατραπείαις τῶν Φυλιστιιμ τῷ Γαζαίῳ καὶ τῷ Ἀζωτίῳ καὶ τῷ Ἀσκαλωνίτῃ καὶ τῷ Γεθθαίῳ καὶ τῷ Ακκαρωνίτῃ καὶ τῷ Ευαίῳ

Unchecked Copy BoxJos 13:4 - ἐκ Θαιμαν καὶ πάσῃ γῇ Χανααν ἐναντίον Γάζης καὶ οἱ Σιδώνιοι ἕως Αφεκ ἕως τῶν ὁρίων τῶν Αμορραίων

Unchecked Copy BoxJos 13:5 - καὶ πᾶσαν τὴν γῆν Γαβλι Φυλιστιιμ καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου ἀπὸ Γαλγαλ ὑπὸ τὸ ὄρος τὸ Αερμων ἕως τῆς εἰσόδου Εμαθ

Unchecked Copy BoxJos 13:6 - πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερεφωθμαιμ πάντας τοὺς Σιδωνίους ἐγὼ αὐτοὺς ἐξολεθρεύσω ἀπὸ προσώπου Ισραηλ ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ Ισραηλ ὃν τρόπον σοι ἐνετειλάμην

Unchecked Copy BoxJos 13:7 - καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῗς ἐννέα φυλαῗς καὶ τῷ ἡμίσει φυλῆς Μανασση ἀπὸ τοῦ Ιορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν ἡ θάλασσα ἡ μεγάλη ὁριεῗ

Unchecked Copy BoxJos 13:8 - ταῗς δὲ δύο φυλαῗς καὶ τῷ ἡμίσει φυλῆς Μανασση τῷ Ρουβην καὶ τῷ Γαδ ἔδωκεν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ιορδάνου κατ᾽ ἀνατολὰς ἡλίου δέδωκεν αὐτὴν Μωυσῆς ὁ παῗς κυρίου

Unchecked Copy BoxJos 13:9 - ἀπὸ Αροηρ ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος καὶ πᾶσαν τὴν Μισωρ ἀπὸ Μαιδαβα ἕως Δαιβαν

Unchecked Copy BoxJos 13:10 - πάσας τὰς πόλεις Σηων βασιλέως Αμορραίων ὃς ἐβασίλευσεν ἐν Εσεβων ἕως τῶν ὁρίων υἱῶν Αμμων

Unchecked Copy BoxJos 13:11 - καὶ τὴν Γαλααδίτιδα καὶ τὰ ὅρια Γεσιρι καὶ τοῦ Μαχατι πᾶν ὄρος Αερμων καὶ πᾶσαν τὴν Βασανῗτιν ἕως Σελχα

Unchecked Copy BoxJos 13:12 - πᾶσαν τὴν βασιλείαν Ωγ ἐν τῇ Βασανίτιδι ὃς ἐβασίλευσεν ἐν Ασταρωθ καὶ ἐν Εδραϊν οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλέθρευσεν

Unchecked Copy BoxJos 13:13 - καὶ οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ισραηλ τὸν Γεσιρι καὶ τὸν Μαχατι καὶ τὸν Χαναναῗον καὶ κατῴκει βασιλεὺς Γεσιρι καὶ ὁ Μαχατι ἐν τοῗς υἱοῗς Ισραηλ ἕως τῆς σήμερον ἡμέρας

Unchecked Copy BoxJos 13:14 - πλὴν τῆς φυλῆς Λευι οὐκ ἐδόθη κληρονομία κύριος ὁ θεὸς Ισραηλ οὗτος αὐτῶν κληρονομία καθὰ εἶπεν αὐτοῗς κύριος καὶ οὗτος ὁ καταμερισμός ὃν κατεμέρισεν Μωυσῆς τοῗς υἱοῗς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω

Unchecked Copy BoxJos 13:15 - καὶ ἔδωκεν Μωυσῆς τῇ φυλῇ Ρουβην κατὰ δήμους αὐτῶν

Unchecked Copy BoxJos 13:16 - καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ Αροηρ ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Αρνων καὶ ἡ πόλις ἡ ἐν τῇ φάραγγι Αρνων καὶ πᾶσαν τὴν Μισωρ

Unchecked Copy BoxJos 13:17 - ἕως Εσεβων καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισωρ καὶ Δαιβων καὶ Βαμωθβααλ καὶ οἴκου Βεελμων

Unchecked Copy BoxJos 13:18 - καὶ Ιασσα καὶ Κεδημωθ καὶ Μεφααθ

Unchecked Copy BoxJos 13:19 - καὶ Καριαθαιμ καὶ Σεβαμα καὶ Σεραδα καὶ Σιωρ ἐν τῷ ὄρει Εμακ

Unchecked Copy BoxJos 13:20 - καὶ Βαιθφογωρ καὶ Ασηδωθ Φασγα καὶ Βαιθασιμωθ

Unchecked Copy BoxJos 13:21 - καὶ πάσας τὰς πόλεις τοῦ Μισωρ καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηων βασιλέως τῶν Αμορραίων ὃν ἐπάταξεν Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιαμ καὶ τὸν Ευι καὶ τὸν Ροκομ καὶ τὸν Σουρ καὶ τὸν Ουρ καὶ τὸν Ροβε ἄρχοντας παρὰ Σηων καὶ τοὺς κατοικοῦντας τὴν γῆν

Unchecked Copy BoxJos 13:22 - καὶ τὸν Βαλααμ τὸν τοῦ Βεωρ τὸν μάντιν ἀπέκτειναν ἐν τῇ ῥοπῇ

Unchecked Copy BoxJos 13:23 - ἐγένετο δὲ τὰ ὅρια Ρουβην Ιορδάνης ὅριον αὕτη ἡ κληρονομία υἱῶν Ρουβην κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν

Unchecked Copy BoxJos 13:24 - ἔδωκεν δὲ Μωυσῆς τοῗς υἱοῗς Γαδ κατὰ δήμους αὐτῶν

Unchecked Copy BoxJos 13:25 - καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Ιαζηρ πᾶσαι αἱ πόλεις Γαλααδ καὶ τὸ ἥμισυ γῆς υἱῶν Αμμων ἕως Αροηρ ἥ ἐστιν κατὰ πρόσωπον Ραββα

Unchecked Copy BoxJos 13:26 - καὶ ἀπὸ Εσεβων ἕως Ραμωθ κατὰ τὴν Μασσηφα καὶ Βοτανιν καὶ Μααναιν ἕως τῶν ὁρίων Δαβιρ

Unchecked Copy BoxJos 13:27 - καὶ ἐν Εμεκ Βαιθαραμ καὶ Βαιθαναβρα καὶ Σοκχωθα καὶ Σαφαν καὶ τὴν λοιπὴν βασιλείαν Σηων βασιλέως Εσεβων καὶ ὁ Ιορδάνης ὁριεῗ ἕως μέρους τῆς θαλάσσης Χενερεθ πέραν τοῦ Ιορδάνου ἀπ᾽ ἀνατολῶν

Unchecked Copy BoxJos 13:28 - αὕτη ἡ κληρονομία υἱῶν Γαδ κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν

Unchecked Copy BoxJos 13:29 - καὶ ἔδωκεν Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασση κατὰ δήμους αὐτῶν

Unchecked Copy BoxJos 13:30 - καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μααναιμ καὶ πᾶσα βασιλεία Βασανι καὶ πᾶσα βασιλεία Ωγ βασιλέως Βασαν καὶ πάσας τὰς κώμας Ιαϊρ αἵ εἰσιν ἐν τῇ Βασανίτιδι ἑξήκοντα πόλεις

Unchecked Copy BoxJos 13:31 - καὶ τὸ ἥμισυ τῆς Γαλααδ καὶ ἐν Ασταρωθ καὶ ἐν Εδραϊν πόλεις βασιλείας Ωγ ἐν Βασανίτιδι καὶ ἐδόθησαν τοῗς υἱοῗς Μαχιρ υἱοῦ Μανασση καὶ τοῗς ἡμίσεσιν υἱοῗς Μαχιρ υἱοῦ Μανασση κατὰ δήμους αὐτῶν

Unchecked Copy BoxJos 13:32 - οὗτοι οὓς κατεκληρονόμησεν Μωυσῆς πέραν τοῦ Ιορδάνου ἐν Αραβωθ Μωαβ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ ἀνατολῶν
LXX Footnotes
Some portions of the Old Testament have small, consistent differences in verse numbering between the Hebrew and Greek Septuagint texts. For example, most of the Psalms are numbered by a difference of one. That is, Psalm 119 in the Hebrew/English is Psalm 118 in the Greek. In these cases, we display the Psalm 118 Greek with the Psalm 119 Hebrew/English so as to aid the user in his or her study. In Jeremiah, these differences are greater because of a variant Hebrew source text that may have been used by the original LXX translators.
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1