LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιησούς του Ναυή (Joshua) 23 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJos 23:1 - καὶ ἐγένετο μεθ᾽ ἡμέρας πλείους μετὰ τὸ καταπαῦσαι κύριον τὸν Ισραηλ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς ταῖς ἡμέραις
Unchecked Copy BoxJos 23:2 - καὶ συνεκάλεσεν Ἰησοῦς πάντας τοὺς υἱοὺς Ισραηλ καὶ τὴν γερουσίαν αὐτῶν καὶ τοὺς ἄρχοντας αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ εἶπεν πρὸς αὐτούς ἐγὼ γεγήρακα καὶ προβέβηκα ταῖς ἡμέραις
Unchecked Copy BoxJos 23:3 - ὑμεῖς δὲ ἑωράκατε ὅσα ἐποίησεν κύριος θεὸς ὑμῶν πᾶσιν τοῖς ἔθνεσιν τούτοις ἀπὸ προσώπου ὑμῶν ὅτι κύριος θεὸς ὑμῶν ἐκπολεμήσας ὑμῖν
Unchecked Copy BoxJos 23:4 - ἴδετε ὅτι ἐπέρριφα ὑμῖν τὰ ἔθνη τὰ καταλελειμμένα ὑμῖν ταῦτα ἐν τοῖς κλήροις εἰς τὰς φυλὰς ὑμῶν ἀπὸ τοῦ Ιορδάνου πάντα τὰ ἔθνη ἐξωλέθρευσα καὶ ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης ὁριεῖ ἐπὶ δυσμὰς ἡλίου
Unchecked Copy BoxJos 23:5 - κύριος δὲ θεὸς ὑμῶν οὗτος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου ὑμῶν ἕως ἂν ἀπόλωνται καὶ ἀποστελεῖ αὐτοῖς τὰ θηρία τὰ ἄγρια ἕως ἂν ἐξολεθρεύσῃ αὐτοὺς καὶ τοὺς βασιλεῖς αὐτῶν ἀπὸ προσώπου ὑμῶν καὶ κατακληρονομήσατε τὴν γῆν αὐτῶν καθὰ ἐλάλησεν κύριος θεὸς ὑμῶν ὑμῖν
Unchecked Copy BoxJos 23:6 - κατισχύσατε οὖν σφόδρα φυλάσσειν καὶ ποιεῖν πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τοῦ νόμου Μωυσῆ ἵνα μὴ ἐκκλίνητε εἰς δεξιὰν εὐώνυμα
Unchecked Copy BoxJos 23:7 - ὅπως μὴ εἰσέλθητε εἰς τὰ ἔθνη τὰ καταλελειμμένα ταῦτα καὶ τὰ ὀνόματα τῶν θεῶν αὐτῶν οὐκ ὀνομασθήσεται ἐν ὑμῖν οὐδὲ μὴ προσκυνήσητε αὐτοῖς οὐδὲ μὴ λατρεύσητε αὐτοῖς
Unchecked Copy BoxJos 23:8 - ἀλλὰ κυρίῳ τῷ θεῷ ὑμῶν προσκολληθήσεσθε καθάπερ ἐποιήσατε ἕως τῆς ἡμέρας ταύτης
Unchecked Copy BoxJos 23:9 - καὶ ἐξωλέθρευσεν αὐτοὺς κύριος ἀπὸ προσώπου ὑμῶν ἔθνη μεγάλα καὶ ἰσχυρά καὶ ὑμῖν οὐθεὶς ἀντέστη κατενώπιον ὑμῶν ἕως τῆς ἡμέρας ταύτης
Unchecked Copy BoxJos 23:10 - εἷς ὑμῶν ἐδίωξεν χιλίους ὅτι κύριος θεὸς ὑμῶν ἐξεπολέμει ὑμῖν καθάπερ εἶπεν ὑμῖν
Unchecked Copy BoxJos 23:11 - καὶ φυλάξασθε σφόδρα τοῦ ἀγαπᾶν κύριον τὸν θεὸν ὑμῶν
Unchecked Copy BoxJos 23:12 - ἐὰν γὰρ ἀποστραφῆτε καὶ προσθῆσθε τοῖς ὑπολειφθεῖσιν ἔθνεσιν τούτοις τοῖς μεθ᾽ ὑμῶν καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτοὺς καὶ συγκαταμιγῆτε αὐτοῖς καὶ αὐτοὶ ὑμῖν
Unchecked Copy BoxJos 23:13 - γινώσκετε ὅτι οὐ μὴ προσθῇ κύριος τοῦ ἐξολεθρεῦσαι τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν καὶ ἔσονται ὑμῖν εἰς παγίδας καὶ εἰς σκάνδαλα καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν καὶ εἰς βολίδας ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν ἕως ἂν ἀπόλησθε ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης ἣν ἔδωκεν ὑμῖν κύριος θεὸς ὑμῶν
Unchecked Copy BoxJos 23:14 - ἐγὼ δὲ ἀποτρέχω τὴν ὁδὸν καθὰ καὶ πάντες οἱ ἐπὶ τῆς γῆς καὶ γνώσεσθε τῇ καρδίᾳ ὑμῶν καὶ τῇ ψυχῇ ὑμῶν διότι οὐ διέπεσεν εἷς λόγος ἀπὸ πάντων τῶν λόγων ὧν εἶπεν κύριος θεὸς ὑμῶν πρὸς πάντα τὰ ἀνήκοντα ὑμῖν οὐ διεφώνησεν ἐξ αὐτῶν
Unchecked Copy BoxJos 23:15 - καὶ ἔσται ὃν τρόπον ἥκει ἐφ᾽ ὑμᾶς πάντα τὰ ῥήματα τὰ καλά ἐλάλησεν κύριος πρὸς ὑμᾶς οὕτως ἐπάξει κύριος θεὸς ἐφ᾽ ὑμᾶς πάντα τὰ ῥήματα τὰ πονηρά ἕως ἂν ἐξολεθρεύσῃ ὑμᾶς ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης ἧς ἔδωκεν κύριος ὑμῖν
Unchecked Copy BoxJos 23:16 - ἐν τῷ παραβῆναι ὑμᾶς τὴν διαθήκην κυρίου τοῦ θεοῦ ὑμῶν ἣν ἐνετείλατο ὑμῖν καὶ πορευθέντες λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan