LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιησούς του Ναυή (Joshua) 4 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJos 4:1 - καὶ ἐπεὶ συνετέλεσεν πᾶς λαὸς διαβαίνων τὸν Ιορδάνην καὶ εἶπεν κύριος τῷ Ἰησοῖ λέγων
Unchecked Copy BoxJos 4:2 - παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ ἕνα ἀφ᾽ ἑκάστης φυλῆς
Unchecked Copy BoxJos 4:3 - σύνταξον αὐτοῖς λέγων ἀνέλεσθε ἐκ μέσου τοῦ Ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα
Unchecked Copy BoxJos 4:4 - καὶ ἀνακαλεσάμενος Ἰησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν Ισραηλ ἕνα ἀφ᾽ ἑκάστης φυλῆς
Unchecked Copy BoxJos 4:5 - εἶπεν αὐτοῖς προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου κυρίου εἰς μέσον τοῦ Ιορδάνου καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ισραηλ
Unchecked Copy BoxJos 4:6 - ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διὰ παντός ἵνα ὅταν ἐρωτᾷ σε υἱός σου αὔριον λέγων τί εἰσιν οἱ λίθοι οὗτοι ὑμῖν
Unchecked Copy BoxJos 4:7 - καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων ὅτι ἐξέλιπεν Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης κυρίου πάσης τῆς γῆς ὡς διέβαινεν αὐτόν καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ισραηλ ἕως τοῦ αἰῶνος
Unchecked Copy BoxJos 4:8 - καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καθότι ἐνετείλατο κύριος τῷ Ἰησοῖ καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ Ιορδάνου καθάπερ συνέταξεν κύριος τῷ Ἰησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν Ισραηλ καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκεῖ
Unchecked Copy BoxJos 4:9 - ἔστησεν δὲ Ἰησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ Ιορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας
Unchecked Copy BoxJos 4:10 - εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ Ιορδάνῃ ἕως οὗ συνετέλεσεν Ἰησοῦς πάντα ἐνετείλατο κύριος ἀναγγεῖλαι τῷ λαῷ καὶ ἔσπευσεν λαὸς καὶ διέβησαν
Unchecked Copy BoxJos 4:11 - καὶ ἐγένετο ὡς συνετέλεσεν πᾶς λαὸς διαβῆναι καὶ διέβη κιβωτὸς τῆς διαθήκης κυρίου καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν
Unchecked Copy BoxJos 4:12 - καὶ διέβησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ οἱ ἡμίσεις φυλῆς Μανασση διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν Ισραηλ καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς
Unchecked Copy BoxJos 4:13 - τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον κυρίου εἰς πόλεμον πρὸς τὴν Ιεριχω πόλιν
Unchecked Copy BoxJos 4:14 - ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησεν κύριος τὸν Ἰησοῦν ἐναντίον παντὸς τοῦ γένους Ισραηλ καὶ ἐφοβοῦντο αὐτὸν ὥσπερ Μωυσῆν ὅσον χρόνον ἔζη
Unchecked Copy BoxJos 4:15 - καὶ εἶπεν κύριος τῷ Ἰησοῖ λέγων
Unchecked Copy BoxJos 4:16 - ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου κυρίου ἐκβῆναι ἐκ τοῦ Ιορδάνου
Unchecked Copy BoxJos 4:17 - καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἱερεῦσιν λέγων ἔκβητε ἐκ τοῦ Ιορδάνου
Unchecked Copy BoxJos 4:18 - καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐκ τοῦ Ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς ὥρμησεν τὸ ὕδωρ τοῦ Ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ ἐχθὲς καὶ τρίτην ἡμέραν δι᾽ ὅλης τῆς κρηπῖδος
Unchecked Copy BoxJos 4:19 - καὶ λαὸς ἀνέβη ἐκ τοῦ Ιορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ισραηλ ἐν Γαλγαλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς Ιεριχω
Unchecked Copy BoxJos 4:20 - καὶ τοὺς δώδεκα λίθους τούτους οὓς ἔλαβεν ἐκ τοῦ Ιορδάνου ἔστησεν Ἰησοῦς ἐν Γαλγαλοις
Unchecked Copy BoxJos 4:21 - λέγων ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες τί εἰσιν οἱ λίθοι οὗτοι
Unchecked Copy BoxJos 4:22 - ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν ὅτι ἐπὶ ξηρᾶς διέβη Ισραηλ τὸν Ιορδάνην
Unchecked Copy BoxJos 4:23 - ἀποξηράναντος κυρίου τοῦ θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ Ιορδάνου ἐκ τοῦ ἔμπροσθεν αὐτῶν μέχρι οὗ διέβησαν καθάπερ ἐποίησεν κύριος θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν ἣν ἀπεξήρανεν κύριος θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν ἕως παρήλθομεν
Unchecked Copy BoxJos 4:24 - ὅπως γνῶσιν πάντα τὰ ἔθνη τῆς γῆς ὅτι δύναμις τοῦ κυρίου ἰσχυρά ἐστιν καὶ ἵνα ὑμεῖς σέβησθε κύριον τὸν θεὸν ὑμῶν ἐν παντὶ χρόνῳ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan