The Blue Letter Bible
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Vayikra (Leviticus) 22 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
Unchecked Copy BoxLev 22:1 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxLev 22:2 - εἰπὸν Ααρων καὶ τοῗς υἱοῗς αὐτοῦ καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ισραηλ καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα τὸ ἅγιόν μου ὅσα αὐτοὶ ἁγιάζουσίν μοι ἐγὼ κύριος
Unchecked Copy BoxLev 22:3 - εἰπὸν αὐτοῗς εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄνθρωπος ὃς ἂν προσέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ισραηλ τῷ κυρίῳ καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ᾽ αὐτῷ ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ᾽ ἐμοῦ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν
Unchecked Copy BoxLev 22:4 - καὶ ἄνθρωπος ἐκ τοῦ σπέρματος Ααρων τοῦ ἱερέως καὶ οὗτος λεπρᾷ ἢ γονορρυής τῶν ἁγίων οὐκ ἔδεται ἕως ἂν καθαρισθῇ καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχῆς ἢ ἄνθρωπος ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος
Unchecked Copy BoxLev 22:5 - ἢ ὅστις ἂν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου ὃ μιανεῗ αὐτόν ἢ ἐπ᾽ ἀνθρώπῳ ἐν ᾧ μιανεῗ αὐτὸν κατὰ πᾶσαν ἀκαθαρσίαν αὐτοῦ
Unchecked Copy BoxLev 22:6 - ψυχή ἥτις ἂν ἅψηται αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι
Unchecked Copy BoxLev 22:7 - καὶ δύῃ ὁ ἥλιος καὶ καθαρὸς ἔσται καὶ τότε φάγεται τῶν ἁγίων ὅτι ἄρτος ἐστὶν αὐτοῦ
Unchecked Copy BoxLev 22:8 - θνησιμαῗον καὶ θηριάλωτον οὐ φάγεται μιανθῆναι αὐτὸν ἐν αὐτοῗς ἐγὼ κύριος
Unchecked Copy BoxLev 22:9 - καὶ φυλάξονται τὰ φυλάγματά μου ἵνα μὴ λάβωσιν δι᾽ αὐτὰ ἁμαρτίαν καὶ ἀποθάνωσιν δι᾽ αὐτά ἐὰν βεβηλώσωσιν αὐτά ἐγὼ κύριος ὁ θεὸς ὁ ἁγιάζων αὐτούς
Unchecked Copy BoxLev 22:10 - καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἅγια πάροικος ἱερέως ἢ μισθωτὸς οὐ φάγεται ἅγια
Unchecked Copy BoxLev 22:11 - ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔγκτητον ἀργυρίου οὗτος φάγεται ἐκ τῶν ἄρτων αὐτοῦ καὶ οἱ οἰκογενεῗς αὐτοῦ καὶ οὗτοι φάγονται τῶν ἄρτων αὐτοῦ
Unchecked Copy BoxLev 22:12 - καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῗ αὐτὴ τῶν ἀπαρχῶν τῶν ἁγίων οὐ φάγεται
Unchecked Copy BoxLev 22:13 - καὶ θυγάτηρ ἱερέως ἐὰν γένηται χήρα ἢ ἐκβεβλημένη σπέρμα δὲ μὴ ἦν αὐτῇ ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν κατὰ τὴν νεότητα αὐτῆς ἀπὸ τῶν ἄρτων τοῦ πατρὸς αὐτῆς φάγεται καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἀπ᾽ αὐτῶν
Unchecked Copy BoxLev 22:14 - καὶ ἄνθρωπος ὃς ἂν φάγῃ ἅγια κατὰ ἄγνοιαν καὶ προσθήσει τὸ ἐπίπεμπτον αὐτοῦ ἐπ᾽ αὐτὸ καὶ δώσει τῷ ἱερεῗ τὸ ἅγιον
Unchecked Copy BoxLev 22:15 - καὶ οὐ βεβηλώσουσιν τὰ ἅγια τῶν υἱῶν Ισραηλ ἃ αὐτοὶ ἀφαιροῦσιν τῷ κυρίῳ
Unchecked Copy BoxLev 22:16 - καὶ ἐπάξουσιν ἐφ᾽ ἑαυτοὺς ἀνομίαν πλημμελείας ἐν τῷ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτῶν ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς
Unchecked Copy BoxLev 22:17 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxLev 22:18 - λάλησον Ααρων καὶ τοῗς υἱοῗς αὐτοῦ καὶ πάσῃ συναγωγῇ Ισραηλ καὶ ἐρεῗς πρὸς αὐτούς ἄνθρωπος ἄνθρωπος ἀπὸ τῶν υἱῶν Ισραηλ ἢ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων πρὸς αὐτοὺς ἐν Ισραηλ ὃς ἂν προσενέγκῃ τὰ δῶρα αὐτοῦ κατὰ πᾶσαν ὁμολογίαν αὐτῶν ἢ κατὰ πᾶσαν αἵρεσιν αὐτῶν ὅσα ἂν προσενέγκωσιν τῷ θεῷ εἰς ὁλοκαύτωμα
Unchecked Copy BoxLev 22:19 - δεκτὰ ὑμῗν ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων καὶ ἐκ τῶν προβάτων καὶ ἐκ τῶν αἰγῶν
Unchecked Copy BoxLev 22:20 - πάντα ὅσα ἂν ἔχῃ μῶμον ἐν αὐτῷ οὐ προσάξουσιν κυρίῳ διότι οὐ δεκτὸν ἔσται ὑμῗν
Unchecked Copy BoxLev 22:21 - καὶ ἄνθρωπος ὃς ἂν προσενέγκῃ θυσίαν σωτηρίου τῷ κυρίῳ διαστείλας εὐχὴν κατὰ αἵρεσιν ἢ ἐν ταῗς ἑορταῗς ὑμῶν ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων ἄμωμον ἔσται εἰς δεκτόν πᾶς μῶμος οὐκ ἔσται ἐν αὐτῷ
Unchecked Copy BoxLev 22:22 - τυφλὸν ἢ συντετριμμένον ἢ γλωσσότμητον ἢ μυρμηκιῶντα ἢ ψωραγριῶντα ἢ λιχῆνας ἔχοντα οὐ προσάξουσιν ταῦτα τῷ κυρίῳ καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπ᾽ αὐτῶν ἐπὶ τὸ θυσιαστήριον τῷ κυρίῳ
Unchecked Copy BoxLev 22:23 - καὶ μόσχον ἢ πρόβατον ὠτότμητον ἢ κολοβόκερκον σφάγια ποιήσεις αὐτὰ σεαυτῷ εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται
Unchecked Copy BoxLev 22:24 - θλαδίαν καὶ ἐκτεθλιμμένον καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον οὐ προσάξεις αὐτὰ τῷ κυρίῳ καὶ ἐπὶ τῆς γῆς ὑμῶν οὐ ποιήσετε
Unchecked Copy BoxLev 22:25 - καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα τοῦ θεοῦ ὑμῶν ἀπὸ πάντων τούτων ὅτι φθάρματά ἐστιν ἐν αὐτοῗς μῶμος ἐν αὐτοῗς οὐ δεχθήσεται ταῦτα ὑμῗν
Unchecked Copy BoxLev 22:26 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxLev 22:27 - μόσχον ἢ πρόβατον ἢ αἶγα ὡς ἂν τεχθῇ καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα δεχθήσεται εἰς δῶρα κάρπωμα κυρίῳ
Unchecked Copy BoxLev 22:28 - καὶ μόσχον ἢ πρόβατον αὐτὴν καὶ τὰ παιδία αὐτῆς οὐ σφάξεις ἐν ἡμέρᾳ μιᾷ
Unchecked Copy BoxLev 22:29 - ἐὰν δὲ θύσῃς θυσίαν εὐχὴν χαρμοσύνης κυρίῳ εἰς δεκτὸν ὑμῗν θύσετε αὐτό
Unchecked Copy BoxLev 22:30 - αὐτῇ τῇ ἡμέρᾳ ἐκείνῃ βρωθήσεται οὐκ ἀπολείψετε ἀπὸ τῶν κρεῶν εἰς τὸ πρωί ἐγώ εἰμι κύριος
Unchecked Copy BoxLev 22:31 - καὶ φυλάξετε τὰς ἐντολάς μου καὶ ποιήσετε αὐτάς
Unchecked Copy BoxLev 22:32 - καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ ἁγίου καὶ ἁγιασθήσομαι ἐν μέσῳ τῶν υἱῶν Ισραηλ ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς
Unchecked Copy BoxLev 22:33 - ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ὥστε εἶναι ὑμῶν θεός ἐγὼ κύριος
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization