MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Μάρκος (Mark) 9 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Mat 16:28—17:13; Luk 9:27–36; 2Pe 1:16–18 )
Unchecked Copy BoxMar 9:1 - καὶ ἔλεγεν αὐτοῖς ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει
Unchecked Copy BoxMar 9:2 - καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν μόνους καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν
Unchecked Copy BoxMar 9:3 - καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι
Unchecked Copy BoxMar 9:4 - καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ
Unchecked Copy BoxMar 9:5 - καὶ ἀποκριθεὶς Πέτρος λέγει τῷ Ἰησοῦ ῥαββί καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι καὶ ποιήσωμεν τρεῖς σκηνάς σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν
Unchecked Copy BoxMar 9:6 - οὐ γὰρ ᾔδει τί ἀποκριθῇ ἔκφοβοι γὰρ ἐγένοντο
Unchecked Copy BoxMar 9:7 - καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης οὗτός ἐστιν υἱός μου ἀγαπητός ἀκούετε αὐτοῦ
Unchecked Copy BoxMar 9:8 - καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾽ ἑαυτῶν
Unchecked Copy BoxMar 9:9 - καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἶδον διηγήσωνται εἰ μὴ ὅταν υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ
Unchecked Copy BoxMar 9:10 - καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι
Unchecked Copy BoxMar 9:11 - καὶ ἐπηρώτων αὐτὸν λέγοντες ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον
Unchecked Copy BoxMar 9:12 - δὲ ἔφη αὐτοῖς Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστάνει πάντα καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ
Unchecked Copy BoxMar 9:13 - ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελον καθὼς γέγραπται ἐπ᾽ αὐτόν
(Mat 17:14–21; Luk 9:37–42 )
Unchecked Copy BoxMar 9:14 - καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας πρὸς αὐτούς
Unchecked Copy BoxMar 9:15 - καὶ εὐθὺς πᾶς ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν
Unchecked Copy BoxMar 9:16 - καὶ ἐπηρώτησεν αὐτούς τί συζητεῖτε πρὸς αὐτούς
Unchecked Copy BoxMar 9:17 - καὶ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου διδάσκαλε ἤνεγκα τὸν υἱόν μου πρὸς σέ ἔχοντα πνεῦμα ἄλαλον
Unchecked Copy BoxMar 9:18 - καὶ ὅπου ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν καὶ οὐκ ἴσχυσαν
Unchecked Copy BoxMar 9:19 - δὲ ἀποκριθεὶς αὐτοῖς λέγει γενεὰ ἄπιστος ἕως πότε πρὸς ὑμᾶς ἔσομαι ἕως πότε ἀνέξομαι ὑμῶν φέρετε αὐτὸν πρός με
Unchecked Copy BoxMar 9:20 - καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν καὶ ἰδὼν αὐτὸν τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων
Unchecked Copy BoxMar 9:21 - καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ δὲ εἶπεν ἐκ παιδιόθεν
Unchecked Copy BoxMar 9:22 - καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν ἀλλ᾽ εἴ τι δύνῃ βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ᾽ ἡμᾶς
Unchecked Copy BoxMar 9:23 - δὲ Ἰησοῦς εἶπεν αὐτῷ τὸ εἰ δύνῃ πάντα δυνατὰ τῷ πιστεύοντι
Unchecked Copy BoxMar 9:24 - εὐθὺς κράξας πατὴρ τοῦ παιδίου ἔλεγεν πιστεύω βοήθει μου τῇ ἀπιστίᾳ
Unchecked Copy BoxMar 9:25 - ἰδὼν δὲ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα ἐγὼ ἐπιτάσσω σοι ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν
Unchecked Copy BoxMar 9:26 - καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν καὶ ἐγένετο ὡσεὶ νεκρός ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν
Unchecked Copy BoxMar 9:27 - δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν καὶ ἀνέστη
Unchecked Copy BoxMar 9:28 - καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ᾽ ἰδίαν ἐπηρώτων αὐτόν ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό
Unchecked Copy BoxMar 9:29 - καὶ εἶπεν αὐτοῖς τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ
Unchecked Copy BoxMar 9:30 - κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ
Unchecked Copy BoxMar 9:31 - ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται
Unchecked Copy BoxMar 9:32 - οἱ δὲ ἠγνόουν τὸ ῥῆμα καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι
(Mat 18:1–5; Luk 9:46–48 )
Unchecked Copy BoxMar 9:33 - καὶ ἦλθον εἰς Καφαρναούμ καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς τί ἐν τῇ ὁδῷ διελογίζεσθε
Unchecked Copy BoxMar 9:34 - οἱ δὲ ἐσιώπων πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων
Unchecked Copy BoxMar 9:35 - καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος
Unchecked Copy BoxMar 9:36 - καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς
Unchecked Copy BoxMar 9:37 - ὃς ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται καὶ ὃς ἂν ἐμὲ δέχηται οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με
(Mat 10:40–42; Luk 9:49, 50 )
Unchecked Copy BoxMar 9:38 - ἔφη αὐτῷ Ἰωάννης διδάσκαλε εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτόν ὅτι οὐκ ἠκολούθει ἡμῖν
Unchecked Copy BoxMar 9:39 - δὲ Ἰησοῦς εἶπεν μὴ κωλύετε αὐτόν οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με
Unchecked Copy BoxMar 9:40 - ὃς γὰρ οὐκ ἔστιν καθ᾽ ἡμῶν ὑπὲρ ἡμῶν ἐστιν
Unchecked Copy BoxMar 9:41 - ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματι ὅτι Χριστοῦ ἐστε ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ
(Mat 18:6–9; Luk 17:1, 2 )
Unchecked Copy BoxMar 9:42 - καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν
Unchecked Copy BoxMar 9:43 - καὶ ἐὰν σκανδαλίζῃ σε χείρ σου ἀπόκοψον αὐτήν καλόν ἐστίν σε κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν εἰς τὸ πῦρ τὸ ἄσβεστον
Unchecked Copy BoxMar 9:45 - καὶ ἐὰν πούς σου σκανδαλίζῃ σε ἀπόκοψον αὐτόν καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν
Unchecked Copy BoxMar 9:47 - καὶ ἐὰν ὀφθαλμός σου σκανδαλίζῃ σε ἔκβαλε αὐτόν καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν
Unchecked Copy BoxMar 9:48 - ὅπου σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται
Unchecked Copy BoxMar 9:49 - πᾶς γὰρ πυρὶ ἁλισθήσεται
Unchecked Copy BoxMar 9:50 - καλὸν τὸ ἅλας ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται ἐν τίνι αὐτὸ ἀρτύσετε ἔχετε ἐν ἑαυτοῖς ἅλα καὶ εἰρηνεύετε ἐν ἀλλήλοις
BLB Footnotes
This verse is omitted from the Morphological Greek New Testament.  
This verse is omitted from the Morphological Greek New Testament.  
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan