The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Bamidbar (Numbers) 29 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxNum 29:1 - καὶ τῷ μηνὶ τῷ ἑβδόμῳ μιᾷ τοῦ μηνὸς ἐπίκλητος ἁγία ἔσται ὑμῗν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἡμέρα σημασίας ἔσται ὑμῗν

Unchecked Copy BoxNum 29:2 - καὶ ποιήσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας κυρίῳ μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους

Unchecked Copy BoxNum 29:3 - ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί

Unchecked Copy BoxNum 29:4 - δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ τοῗς ἑπτὰ ἀμνοῗς

Unchecked Copy BoxNum 29:5 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν

Unchecked Copy BoxNum 29:6 - πλὴν τῶν ὁλοκαυτωμάτων τῆς νουμηνίας καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν καὶ τὸ ὁλοκαύτωμα τὸ διὰ παντὸς καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν εἰς ὀσμὴν εὐωδίας κυρίῳ

Unchecked Copy BoxNum 29:7 - καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῗν καὶ κακώσετε τὰς ψυχὰς ὑμῶν καὶ πᾶν ἔργον οὐ ποιήσετε

Unchecked Copy BoxNum 29:8 - καὶ προσοίσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας καρπώματα κυρίῳ μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτά ἄμωμοι ἔσονται ὑμῗν

Unchecked Copy BoxNum 29:9 - ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί

Unchecked Copy BoxNum 29:10 - δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ εἰς τοὺς ἑπτὰ ἀμνούς

Unchecked Copy BoxNum 29:11 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν πλὴν τὸ περὶ τῆς ἁμαρτίας τῆς ἐξιλάσεως καὶ ἡ ὁλοκαύτωσις ἡ διὰ παντός ἡ θυσία αὐτῆς καὶ ἡ σπονδὴ αὐτῆς κατὰ τὴν σύγκρισιν εἰς ὀσμὴν εὐωδίας κάρπωμα κυρίῳ

Unchecked Copy BoxNum 29:12 - καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῗν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν κυρίῳ ἑπτὰ ἡμέρας

Unchecked Copy BoxNum 29:13 - καὶ προσάξετε ὁλοκαυτώματα καρπώματα εἰς ὀσμὴν εὐωδίας κυρίῳ τῇ ἡμέρᾳ τῇ πρώτῃ μόσχους ἐκ βοῶν τρεῗς καὶ δέκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους δέκα τέσσαρας ἄμωμοι ἔσονται

Unchecked Copy BoxNum 29:14 - αἱ θυσίαι αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ τοῗς τρισκαίδεκα μόσχοις καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνὶ ἐπὶ τοὺς δύο κριούς

Unchecked Copy BoxNum 29:15 - δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ ἐπὶ τοὺς τέσσαρας καὶ δέκα ἀμνούς

Unchecked Copy BoxNum 29:16 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν

Unchecked Copy BoxNum 29:17 - καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ μόσχους δώδεκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους

Unchecked Copy BoxNum 29:18 - ἡ θυσία αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῗς μόσχοις καὶ τοῗς κριοῗς καὶ τοῗς ἀμνοῗς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν

Unchecked Copy BoxNum 29:19 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν

Unchecked Copy BoxNum 29:20 - τῇ ἡμέρᾳ τῇ τρίτῃ μόσχους ἕνδεκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους

Unchecked Copy BoxNum 29:21 - ἡ θυσία αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῗς μόσχοις καὶ τοῗς κριοῗς καὶ τοῗς ἀμνοῗς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν

Unchecked Copy BoxNum 29:22 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν

Unchecked Copy BoxNum 29:23 - τῇ ἡμέρᾳ τῇ τετάρτῃ μόσχους δέκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους

Unchecked Copy BoxNum 29:24 - αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῗς μόσχοις καὶ τοῗς κριοῗς καὶ τοῗς ἀμνοῗς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν

Unchecked Copy BoxNum 29:25 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν

Unchecked Copy BoxNum 29:26 - τῇ ἡμέρᾳ τῇ πέμπτῃ μόσχους ἐννέα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους

Unchecked Copy BoxNum 29:27 - αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῗς μόσχοις καὶ τοῗς κριοῗς καὶ τοῗς ἀμνοῗς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν

Unchecked Copy BoxNum 29:28 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν

Unchecked Copy BoxNum 29:29 - τῇ ἡμέρᾳ τῇ ἕκτῃ μόσχους ὀκτώ κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους δέκα τέσσαρας ἀμώμους

Unchecked Copy BoxNum 29:30 - αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῗς μόσχοις καὶ τοῗς κριοῗς καὶ τοῗς ἀμνοῗς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν

Unchecked Copy BoxNum 29:31 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν

Unchecked Copy BoxNum 29:32 - τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ μόσχους ἑπτά κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους

Unchecked Copy BoxNum 29:33 - αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῗς μόσχοις καὶ τοῗς κριοῗς καὶ τοῗς ἀμνοῗς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν

Unchecked Copy BoxNum 29:34 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν

Unchecked Copy BoxNum 29:35 - καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον ἔσται ὑμῗν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ

Unchecked Copy BoxNum 29:36 - καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας καρπώματα κυρίῳ μόσχον ἕνα κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους

Unchecked Copy BoxNum 29:37 - αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τῷ μόσχῳ καὶ τῷ κριῷ καὶ τοῗς ἀμνοῗς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν

Unchecked Copy BoxNum 29:38 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν

Unchecked Copy BoxNum 29:39 - ταῦτα ποιήσετε κυρίῳ ἐν ταῗς ἑορταῗς ὑμῶν πλὴν τῶν εὐχῶν ὑμῶν καὶ τὰ ἑκούσια ὑμῶν καὶ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰς θυσίας ὑμῶν καὶ τὰς σπονδὰς ὑμῶν καὶ τὰ σωτήρια ὑμῶν

Unchecked Copy BoxNum 29:40 - (LXX 30:1καὶ ἐλάλησεν Μωυσῆς τοῗς υἱοῗς Ισραηλ κατὰ πάντα ὅσα ἐνετείλατο κύριος τῷ Μωυσῇ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1