LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Αριθμοί (Numbers) 29 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Lev 23:23–25 )
Unchecked Copy BoxNum 29:1 - καὶ τῷ μηνὶ τῷ ἑβδόμῳ μιᾷ τοῦ μηνὸς ἐπίκλητος ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἡμέρα σημασίας ἔσται ὑμῖν
Unchecked Copy BoxNum 29:2 - καὶ ποιήσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας κυρίῳ μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους
Unchecked Copy BoxNum 29:3 - θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί
Unchecked Copy BoxNum 29:4 - δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ ἀμνοῖς
Unchecked Copy BoxNum 29:5 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν
Unchecked Copy BoxNum 29:6 - πλὴν τῶν ὁλοκαυτωμάτων τῆς νουμηνίας καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν καὶ τὸ ὁλοκαύτωμα τὸ διὰ παντὸς καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν εἰς ὀσμὴν εὐωδίας κυρίῳ
(Lev 23:26–32 )
Unchecked Copy BoxNum 29:7 - καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν καὶ κακώσετε τὰς ψυχὰς ὑμῶν καὶ πᾶν ἔργον οὐ ποιήσετε
Unchecked Copy BoxNum 29:8 - καὶ προσοίσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας καρπώματα κυρίῳ μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτά ἄμωμοι ἔσονται ὑμῖν
Unchecked Copy BoxNum 29:9 - θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί
Unchecked Copy BoxNum 29:10 - δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ εἰς τοὺς ἑπτὰ ἀμνούς
Unchecked Copy BoxNum 29:11 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν πλὴν τὸ περὶ τῆς ἁμαρτίας τῆς ἐξιλάσεως καὶ ὁλοκαύτωσις ἡ διὰ παντός θυσία αὐτῆς καὶ σπονδὴ αὐτῆς κατὰ τὴν σύγκρισιν εἰς ὀσμὴν εὐωδίας κάρπωμα κυρίῳ
(Lev 23:33–44 )
Unchecked Copy BoxNum 29:12 - καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν κυρίῳ ἑπτὰ ἡμέρας
Unchecked Copy BoxNum 29:13 - καὶ προσάξετε ὁλοκαυτώματα καρπώματα εἰς ὀσμὴν εὐωδίας κυρίῳ τῇ ἡμέρᾳ τῇ πρώτῃ μόσχους ἐκ βοῶν τρεῖς καὶ δέκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους δέκα τέσσαρας ἄμωμοι ἔσονται
Unchecked Copy BoxNum 29:14 - αἱ θυσίαι αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ τοῖς τρισκαίδεκα μόσχοις καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνὶ ἐπὶ τοὺς δύο κριούς
Unchecked Copy BoxNum 29:15 - δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ ἐπὶ τοὺς τέσσαρας καὶ δέκα ἀμνούς
Unchecked Copy BoxNum 29:16 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν
Unchecked Copy BoxNum 29:17 - καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ μόσχους δώδεκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους
Unchecked Copy BoxNum 29:18 - θυσία αὐτῶν καὶ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν
Unchecked Copy BoxNum 29:19 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν
Unchecked Copy BoxNum 29:20 - τῇ ἡμέρᾳ τῇ τρίτῃ μόσχους ἕνδεκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους
Unchecked Copy BoxNum 29:21 - θυσία αὐτῶν καὶ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν
Unchecked Copy BoxNum 29:22 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν
Unchecked Copy BoxNum 29:23 - τῇ ἡμέρᾳ τῇ τετάρτῃ μόσχους δέκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους
Unchecked Copy BoxNum 29:24 - αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν
Unchecked Copy BoxNum 29:25 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν
Unchecked Copy BoxNum 29:26 - τῇ ἡμέρᾳ τῇ πέμπτῃ μόσχους ἐννέα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους
Unchecked Copy BoxNum 29:27 - αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν
Unchecked Copy BoxNum 29:28 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν
Unchecked Copy BoxNum 29:29 - τῇ ἡμέρᾳ τῇ ἕκτῃ μόσχους ὀκτώ κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους δέκα τέσσαρας ἀμώμους
Unchecked Copy BoxNum 29:30 - αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν
Unchecked Copy BoxNum 29:31 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν
Unchecked Copy BoxNum 29:32 - τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ μόσχους ἑπτά κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους
Unchecked Copy BoxNum 29:33 - αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν
Unchecked Copy BoxNum 29:34 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν
Unchecked Copy BoxNum 29:35 - καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ
Unchecked Copy BoxNum 29:36 - καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας καρπώματα κυρίῳ μόσχον ἕνα κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους
Unchecked Copy BoxNum 29:37 - αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τῷ μόσχῳ καὶ τῷ κριῷ καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν
Unchecked Copy BoxNum 29:38 - καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν
Unchecked Copy BoxNum 29:39 - ταῦτα ποιήσετε κυρίῳ ἐν ταῖς ἑορταῖς ὑμῶν πλὴν τῶν εὐχῶν ὑμῶν καὶ τὰ ἑκούσια ὑμῶν καὶ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰς θυσίας ὑμῶν καὶ τὰς σπονδὰς ὑμῶν καὶ τὰ σωτήρια ὑμῶν
Unchecked Copy BoxNum 29:40 - (LXX 30:1)καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ κατὰ πάντα ὅσα ἐνετείλατο κύριος τῷ Μωυσῇ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan