LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Παροιμίες (Proverbs) 28 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxPro 28:1 - φεύγει ἀσεβὴς μηδενὸς διώκοντος δίκαιος δὲ ὥσπερ λέων πέποιθεν
Unchecked Copy BoxPro 28:2 - δι᾽ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς
Unchecked Copy BoxPro 28:3 - ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής
Unchecked Copy BoxPro 28:4 - οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος
Unchecked Copy BoxPro 28:5 - ἄνδρες κακοὶ οὐ νοήσουσιν κρίμα οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντί
Unchecked Copy BoxPro 28:6 - κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψευδοῦς
Unchecked Copy BoxPro 28:7 - φυλάσσει νόμον υἱὸς συνετός ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα
Unchecked Copy BoxPro 28:8 - πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν
Unchecked Copy BoxPro 28:9 - ἐκκλίνων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι νόμου καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται
Unchecked Copy BoxPro 28:10 - ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά
Unchecked Copy BoxPro 28:11 - σοφὸς παρ᾽ ἑαυτῷ ἀνὴρ πλούσιος πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ
Unchecked Copy BoxPro 28:12 - διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι
Unchecked Copy BoxPro 28:13 - ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται
Unchecked Copy BoxPro 28:14 - μακάριος ἀνήρ ὃς καταπτήσσει πάντα δι᾽ εὐλάβειαν δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς
Unchecked Copy BoxPro 28:15 - λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ
Unchecked Copy BoxPro 28:16 - βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται
Unchecked Copy BoxPro 28:17 - ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ
Unchecked Copy BoxPro 28:18 - πορευόμενος δικαίως βεβοήθηται δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται
Unchecked Copy BoxPro 28:19 - ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων δὲ διώκων σχολὴν πλησθήσεται πενίας
Unchecked Copy BoxPro 28:20 - ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται
Unchecked Copy BoxPro 28:21 - ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων οὐκ ἀγαθός τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα
Unchecked Copy BoxPro 28:22 - σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ
Unchecked Copy BoxPro 28:23 - ἐλέγχων ἀνθρώπου ὁδοὺς χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος
Unchecked Copy BoxPro 28:24 - ὃς ἀποβάλλεται πατέρα μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς
Unchecked Copy BoxPro 28:25 - ἄπληστος ἀνὴρ κρίνει εἰκῇ ὃς δὲ πέποιθεν ἐπὶ κύριον ἐν ἐπιμελείᾳ ἔσται
Unchecked Copy BoxPro 28:26 - ὃς πέποιθεν θρασείᾳ καρδίᾳ τοιοῦτος ἄφρων ὃς δὲ πορεύεται σοφίᾳ σωθήσεται
Unchecked Copy BoxPro 28:27 - ὃς δίδωσιν πτωχοῖς οὐκ ἐνδεηθήσεται ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ ἐν πολλῇ ἀπορίᾳ ἔσται
Unchecked Copy BoxPro 28:28 - ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan