LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιώβ (Psalm) 18 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(2Sa 22:1–51 )
Unchecked Copy BoxPsa 18:1 - (LXX 17:1)εἰς τὸ τέλος τῷ παιδὶ κυρίου τῷ Δαυιδ ἐλάλησεν τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ ἐρρύσατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαουλ (17:2)καὶ εἶπεν ἀγαπήσω σε κύριε ἰσχύς μου
Unchecked Copy BoxPsa 18:2 - (LXX 17:3)κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου θεός μου βοηθός μου καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου ἀντιλήμπτωρ μου
Unchecked Copy BoxPsa 18:3 - (LXX 17:4)αἰνῶν ἐπικαλέσομαι κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι
Unchecked Copy BoxPsa 18:4 - (LXX 17:5)περιέσχον με ὠδῖνες θανάτου καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με
Unchecked Copy BoxPsa 18:5 - (LXX 17:6)ὠδῖνες ᾅδου περιεκύκλωσάν με προέφθασάν με παγίδες θανάτου
Unchecked Copy BoxPsa 18:6 - (LXX 17:7)καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν κύριον καὶ πρὸς τὸν θεόν μου ἐκέκραξα ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου καὶ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ
Unchecked Copy BoxPsa 18:7 - (LXX 17:8)καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη γῆ καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν ὅτι ὠργίσθη αὐτοῖς θεός
Unchecked Copy BoxPsa 18:8 - (LXX 17:9)ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν ἄνθρακες ἀνήφθησαν ἀπ᾽ αὐτοῦ
Unchecked Copy BoxPsa 18:9 - (LXX 17:10)καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ
Unchecked Copy BoxPsa 18:10 - (LXX 17:11)καὶ ἐπέβη ἐπὶ χερουβιν καὶ ἐπετάσθη ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων
Unchecked Copy BoxPsa 18:11 - (LXX 17:12)καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ κύκλῳ αὐτοῦ σκηνὴ αὐτοῦ σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων
Unchecked Copy BoxPsa 18:12 - (LXX 17:13)ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον χάλαζα καὶ ἄνθρακες πυρός
Unchecked Copy BoxPsa 18:13 - (LXX 17:14)καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος καὶ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ
Unchecked Copy BoxPsa 18:14 - (LXX 17:15)καὶ ἐξαπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτοὺς καὶ ἀστραπὰς ἐπλήθυνεν καὶ συνετάραξεν αὐτούς
Unchecked Copy BoxPsa 18:15 - (LXX 17:16)καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σου κύριε ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου
Unchecked Copy BoxPsa 18:16 - (LXX 17:17)ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με προσελάβετό με ἐξ ὑδάτων πολλῶν
Unchecked Copy BoxPsa 18:17 - (LXX 17:18)ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ
Unchecked Copy BoxPsa 18:18 - (LXX 17:19)προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου καὶ ἐγένετο κύριος ἀντιστήριγμά μου
Unchecked Copy BoxPsa 18:19 - (LXX 17:20)καὶ ἐξήγαγέν με εἰς πλατυσμόν ῥύσεταί με ὅτι ἠθέλησέν με ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με
Unchecked Copy BoxPsa 18:20 - (LXX 17:21)καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι
Unchecked Copy BoxPsa 18:21 - (LXX 17:22)ὅτι ἐφύλαξα τὰς ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου
Unchecked Copy BoxPsa 18:22 - (LXX 17:23)ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησα ἀπ᾽ ἐμοῦ
Unchecked Copy BoxPsa 18:23 - (LXX 17:24)καὶ ἔσομαι ἄμωμος μετ᾽ αὐτοῦ καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου
Unchecked Copy BoxPsa 18:24 - (LXX 17:25)καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ
Unchecked Copy BoxPsa 18:25 - (LXX 17:26)μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ
Unchecked Copy BoxPsa 18:26 - (LXX 17:27)καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις
Unchecked Copy BoxPsa 18:27 - (LXX 17:28)ὅτι σὺ λαὸν ταπεινὸν σώσεις καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις
Unchecked Copy BoxPsa 18:28 - (LXX 17:29)ὅτι σὺ φωτιεῖς λύχνον μου κύριε θεός μου φωτιεῖς τὸ σκότος μου
Unchecked Copy BoxPsa 18:29 - (LXX 17:30)ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος
Unchecked Copy BoxPsa 18:30 - (LXX 17:31) θεός μου ἄμωμος ὁδὸς αὐτοῦ τὰ λόγια κυρίου πεπυρωμένα ὑπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπ᾽ αὐτόν
Unchecked Copy BoxPsa 18:31 - (LXX 17:32)ὅτι τίς θεὸς πλὴν τοῦ κυρίου καὶ τίς θεὸς πλὴν τοῦ θεοῦ ἡμῶν
Unchecked Copy BoxPsa 18:32 - (LXX 17:33) θεὸς περιζωννύων με δύναμιν καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου
Unchecked Copy BoxPsa 18:33 - (LXX 17:34) καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με
Unchecked Copy BoxPsa 18:34 - (LXX 17:35)διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου
Unchecked Copy BoxPsa 18:35 - (LXX 17:36)καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου καὶ δεξιά σου ἀντελάβετό μου καὶ παιδεία σου ἀνώρθωσέν με εἰς τέλος καὶ παιδεία σου αὐτή με διδάξει
Unchecked Copy BoxPsa 18:36 - (LXX 17:37)ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου
Unchecked Copy BoxPsa 18:37 - (LXX 17:38)καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήμψομαι αὐτοὺς καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλίπωσιν
Unchecked Copy BoxPsa 18:38 - (LXX 17:39)ἐκθλίψω αὐτούς καὶ οὐ μὴ δύνωνται στῆναι πεσοῦνται ὑπὸ τοὺς πόδας μου
Unchecked Copy BoxPsa 18:39 - (LXX 17:40)καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον συνεπόδισας πάντας τοὺς ἐπανιστανομένους ἐπ᾽ ἐμὲ ὑποκάτω μου
Unchecked Copy BoxPsa 18:40 - (LXX 17:41)καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον καὶ τοὺς μισοῦντάς με ἐξωλέθρευσας
Unchecked Copy BoxPsa 18:41 - (LXX 17:42)ἐκέκραξαν καὶ οὐκ ἦν σῴζων πρὸς κύριον καὶ οὐκ εἰσήκουσεν αὐτῶν
Unchecked Copy BoxPsa 18:42 - (LXX 17:43)καὶ λεπτυνῶ αὐτοὺς ὡς χοῦν κατὰ πρόσωπον ἀνέμου ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς
Unchecked Copy BoxPsa 18:43 - (LXX 17:44)ῥύσῃ με ἐξ ἀντιλογιῶν λαοῦ καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν λαός ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι
Unchecked Copy BoxPsa 18:44 - (LXX 17:45)εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι
Unchecked Copy BoxPsa 18:45 - (LXX 17:46)υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν
Unchecked Copy BoxPsa 18:46 - (LXX 17:47)ζῇ κύριος καὶ εὐλογητὸς θεός μου καὶ ὑψωθήτω θεὸς τῆς σωτηρίας μου
Unchecked Copy BoxPsa 18:47 - (LXX 17:48) θεὸς διδοὺς ἐκδικήσεις ἐμοὶ καὶ ὑποτάξας λαοὺς ὑπ᾽ ἐμέ
Unchecked Copy BoxPsa 18:48 - (LXX 17:49) ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων ἀπὸ τῶν ἐπανιστανομένων ἐπ᾽ ἐμὲ ὑψώσεις με ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με
Unchecked Copy BoxPsa 18:49 - (LXX 17:50)διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν κύριε καὶ τῷ ὀνόματί σου ψαλῶ
Unchecked Copy BoxPsa 18:50 - (LXX 17:51)μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan