LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιώβ (Psalm) 40 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Psa 70:1–5 )
Unchecked Copy BoxPsa 40:1 - (LXX 39:1)εἰς τὸ τέλος τῷ Δαυιδ ψαλμός (39:2)ὑπομένων ὑπέμεινα τὸν κύριον καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς μου
Unchecked Copy BoxPsa 40:2 - (LXX 39:3)καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνεν τὰ διαβήματά μου
Unchecked Copy BoxPsa 40:3 - (LXX 39:4)καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν ὕμνον τῷ θεῷ ἡμῶν ὄψονται πολλοὶ καὶ φοβηθήσονται καὶ ἐλπιοῦσιν ἐπὶ κύριον
Unchecked Copy BoxPsa 40:4 - (LXX 39:5)μακάριος ἀνήρ οὗ ἐστιν τὸ ὄνομα κυρίου ἐλπὶς αὐτοῦ καὶ οὐκ ἐνέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς
Unchecked Copy BoxPsa 40:5 - (LXX 39:6)πολλὰ ἐποίησας σύ κύριε θεός μου τὰ θαυμάσιά σου καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστιν τίς ὁμοιωθήσεταί σοι ἀπήγγειλα καὶ ἐλάλησα ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν
Unchecked Copy BoxPsa 40:6 - (LXX 39:7)θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας ὠτία δὲ κατηρτίσω μοι ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας
Unchecked Copy BoxPsa 40:7 - (LXX 39:8)τότε εἶπον ἰδοὺ ἥκω ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ
Unchecked Copy BoxPsa 40:8 - (LXX 39:9)τοῦ ποιῆσαι τὸ θέλημά σου θεός μου ἐβουλήθην καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου
Unchecked Copy BoxPsa 40:9 - (LXX 39:10)εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω κύριε σὺ ἔγνως
Unchecked Copy BoxPsa 40:10 - (LXX 39:11)τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς
Unchecked Copy BoxPsa 40:11 - (LXX 39:12)σὺ δέ κύριε μὴ μακρύνης τοὺς οἰκτιρμούς σου ἀπ᾽ ἐμοῦ τὸ ἔλεός σου καὶ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου
Unchecked Copy BoxPsa 40:12 - (LXX 39:13)ὅτι περιέσχον με κακά ὧν οὐκ ἔστιν ἀριθμός κατέλαβόν με αἱ ἀνομίαι μου καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου καὶ καρδία μου ἐγκατέλιπέν με
Unchecked Copy BoxPsa 40:13 - (LXX 39:14)εὐδόκησον κύριε τοῦ ῥύσασθαί με κύριε εἰς τὸ βοηθῆσαί μοι πρόσχες
Unchecked Copy BoxPsa 40:14 - (LXX 39:15)καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ ἐντραπείησαν οἱ θέλοντές μοι κακά
Unchecked Copy BoxPsa 40:15 - (LXX 39:16)κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι εὖγε εὖγε
Unchecked Copy BoxPsa 40:16 - (LXX 39:17)ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε κύριε καὶ εἰπάτωσαν διὰ παντός μεγαλυνθήτω κύριος οἱ ἀγαπῶντες τὸ σωτήριόν σου
Unchecked Copy BoxPsa 40:17 - (LXX 39:18)ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης κύριος φροντιεῖ μου βοηθός μου καὶ ὑπερασπιστής μου σὺ εἶ θεός μου μὴ χρονίσῃς
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan