LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιώβ (Psalm) 51 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxPsa 51:1 - (LXX 50:1)εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ (50:2)ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθαν τὸν προφήτην ἡνίκα εἰσῆλθεν πρὸς Βηρσαβεε (50:3)ἐλέησόν με θεός κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
Unchecked Copy BoxPsa 51:2 - (LXX 50:4)ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με
Unchecked Copy BoxPsa 51:3 - (LXX 50:5)ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός
Unchecked Copy BoxPsa 51:4 - (LXX 50:6)σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε
Unchecked Copy BoxPsa 51:5 - (LXX 50:7)ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με μήτηρ μου
Unchecked Copy BoxPsa 51:6 - (LXX 50:8)ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι
Unchecked Copy BoxPsa 51:7 - (LXX 50:9)ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι
Unchecked Copy BoxPsa 51:8 - (LXX 50:10)ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα
Unchecked Copy BoxPsa 51:9 - (LXX 50:11)ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον
Unchecked Copy BoxPsa 51:10 - (LXX 50:12)καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου
Unchecked Copy BoxPsa 51:11 - (LXX 50:13)μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ
Unchecked Copy BoxPsa 51:12 - (LXX 50:14)ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με
Unchecked Copy BoxPsa 51:13 - (LXX 50:15)διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν
Unchecked Copy BoxPsa 51:14 - (LXX 50:16)ῥῦσαί με ἐξ αἱμάτων θεὸς θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται γλῶσσά μου τὴν δικαιοσύνην σου
Unchecked Copy BoxPsa 51:15 - (LXX 50:17)κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου
Unchecked Copy BoxPsa 51:16 - (LXX 50:18)ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις
Unchecked Copy BoxPsa 51:17 - (LXX 50:19)θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην θεὸς οὐκ ἐξουθενώσει
Unchecked Copy BoxPsa 51:18 - (LXX 50:20)ἀγάθυνον κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ
Unchecked Copy BoxPsa 51:19 - (LXX 50:21)τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan