LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιώβ (Psalm) 73 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxPsa 73:1 - (LXX 72:1)ψαλμὸς τῷ Ασαφ ὡς ἀγαθὸς τῷ Ισραηλ θεός τοῖς εὐθέσι τῇ καρδίᾳ
Unchecked Copy BoxPsa 73:2 - (LXX 72:2)ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες παρ᾽ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου
Unchecked Copy BoxPsa 73:3 - (LXX 72:3)ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν
Unchecked Copy BoxPsa 73:4 - (LXX 72:4)ὅτι οὐκ ἔστιν ἀνάνευσις τῷ θανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν
Unchecked Copy BoxPsa 73:5 - (LXX 72:5)ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶν καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται
Unchecked Copy BoxPsa 73:6 - (LXX 72:6)διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ὑπερηφανία περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν
Unchecked Copy BoxPsa 73:7 - (LXX 72:7)ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν διήλθοσαν εἰς διάθεσιν καρδίας
Unchecked Copy BoxPsa 73:8 - (LXX 72:8)διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν
Unchecked Copy BoxPsa 73:9 - (LXX 72:9)ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν καὶ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς
Unchecked Copy BoxPsa 73:10 - (LXX 72:10)διὰ τοῦτο ἐπιστρέψει λαός μου ἐνταῦθα καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς
Unchecked Copy BoxPsa 73:11 - (LXX 72:11)καὶ εἶπαν πῶς ἔγνω θεός καὶ εἰ ἔστιν γνῶσις ἐν τῷ ὑψίστῳ
Unchecked Copy BoxPsa 73:12 - (LXX 72:12)ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦνται εἰς τὸν αἰῶνα κατέσχον πλούτου
Unchecked Copy BoxPsa 73:13 - (LXX 72:13)καὶ εἶπα ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου
Unchecked Copy BoxPsa 73:14 - (LXX 72:14)καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν καὶ ἔλεγχός μου εἰς τὰς πρωίας
Unchecked Copy BoxPsa 73:15 - (LXX 72:15)εἰ ἔλεγον διηγήσομαι οὕτως ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα
Unchecked Copy BoxPsa 73:16 - (LXX 72:16)καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο κόπος ἐστὶν ἐναντίον μου
Unchecked Copy BoxPsa 73:17 - (LXX 72:17)ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν
Unchecked Copy BoxPsa 73:18 - (LXX 72:18)πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι
Unchecked Copy BoxPsa 73:19 - (LXX 72:19)πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα ἐξέλιπον ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν
Unchecked Copy BoxPsa 73:20 - (LXX 72:20)ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου κύριε ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις
Unchecked Copy BoxPsa 73:21 - (LXX 72:21)ὅτι ἐξεκαύθη καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν
Unchecked Copy BoxPsa 73:22 - (LXX 72:22)καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων κτηνώδης ἐγενόμην παρὰ σοί
Unchecked Copy BoxPsa 73:23 - (LXX 72:23)καὶ ἐγὼ διὰ παντὸς μετὰ σοῦ ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου
Unchecked Copy BoxPsa 73:24 - (LXX 72:24)ἐν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με
Unchecked Copy BoxPsa 73:25 - (LXX 72:25)τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς
Unchecked Copy BoxPsa 73:26 - (LXX 72:26)ἐξέλιπεν καρδία μου καὶ σάρξ μου θεὸς τῆς καρδίας μου καὶ μερίς μου θεὸς εἰς τὸν αἰῶνα
Unchecked Copy BoxPsa 73:27 - (LXX 72:27)ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ
Unchecked Copy BoxPsa 73:28 - (LXX 72:28)ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιων
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan