The Blue Letter Bible
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Tehillim (Psalms) 78 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
Unchecked Copy BoxPsa 78:1 - (LXX 77:1)συνέσεως τῷ Ασαφ προσέχετε λαός μου τὸν νόμον μου κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου
Unchecked Copy BoxPsa 78:2 - (LXX 77:2)ἀνοίξω ἐν παραβολαῗς τὸ στόμα μου φθέγξομαι προβλήματα ἀπ᾽ ἀρχῆς
Unchecked Copy BoxPsa 78:3 - (LXX 77:3)ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῗν
Unchecked Copy BoxPsa 78:4 - (LXX 77:4)οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ κυρίου καὶ τὰς δυναστείας αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησεν
Unchecked Copy BoxPsa 78:5 - (LXX 77:5)καὶ ἀνέστησεν μαρτύριον ἐν Ιακωβ καὶ νόμον ἔθετο ἐν Ισραηλ ὅσα ἐνετείλατο τοῗς πατράσιν ἡμῶν τοῦ γνωρίσαι αὐτὰ τοῗς υἱοῗς αὐτῶν
Unchecked Copy BoxPsa 78:6 - (LXX 77:6)ὅπως ἂν γνῷ γενεὰ ἑτέρα υἱοὶ οἱ τεχθησόμενοι καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῗς υἱοῗς αὐτῶν
Unchecked Copy BoxPsa 78:7 - (LXX 77:7)ἵνα θῶνται ἐπὶ τὸν θεὸν τὴν ἐλπίδα αὐτῶν καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσουσιν
Unchecked Copy BoxPsa 78:8 - (LXX 77:8)ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν γενεὰ σκολιὰ καὶ παραπικραίνουσα γενεά ἥτις οὐ κατηύθυνεν τὴν καρδίαν αὐτῆς καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ θεοῦ τὸ πνεῦμα αὐτῆς
Unchecked Copy BoxPsa 78:9 - (LXX 77:9)υἱοὶ Εφραιμ ἐντείνοντες καὶ βάλλοντες τόξοις ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου
Unchecked Copy BoxPsa 78:10 - (LXX 77:10)οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ θεοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἤθελον πορεύεσθαι
Unchecked Copy BoxPsa 78:11 - (LXX 77:11)καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ καὶ τῶν θαυμασίων αὐτοῦ ὧν ἔδειξεν αὐτοῗς
Unchecked Copy BoxPsa 78:12 - (LXX 77:12)ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησεν θαυμάσια ἐν γῇ Αἰγύπτῳ ἐν πεδίῳ Τάνεως
Unchecked Copy BoxPsa 78:13 - (LXX 77:13)διέρρηξεν θάλασσαν καὶ διήγαγεν αὐτούς ἔστησεν ὕδατα ὡσεὶ ἀσκὸν
Unchecked Copy BoxPsa 78:14 - (LXX 77:14)καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός
Unchecked Copy BoxPsa 78:15 - (LXX 77:15)διέρρηξεν πέτραν ἐν ἐρήμῳ καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ
Unchecked Copy BoxPsa 78:16 - (LXX 77:16)καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα
Unchecked Copy BoxPsa 78:17 - (LXX 77:17)καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ παρεπίκραναν τὸν ὕψιστον ἐν ἀνύδρῳ
Unchecked Copy BoxPsa 78:18 - (LXX 77:18)καὶ ἐξεπείρασαν τὸν θεὸν ἐν ταῗς καρδίαις αὐτῶν τοῦ αἰτῆσαι βρώματα ταῗς ψυχαῗς αὐτῶν
Unchecked Copy BoxPsa 78:19 - (LXX 77:19)καὶ κατελάλησαν τοῦ θεοῦ καὶ εἶπαν μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ
Unchecked Copy BoxPsa 78:20 - (LXX 77:20)ἐπεὶ ἐπάταξεν πέτραν καὶ ἐρρύησαν ὕδατα καὶ χείμαρροι κατεκλύσθησαν μὴ καὶ ἄρτον δύναται δοῦναι ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ
Unchecked Copy BoxPsa 78:21 - (LXX 77:21)διὰ τοῦτο ἤκουσεν κύριος καὶ ἀνεβάλετο καὶ πῦρ ἀνήφθη ἐν Ιακωβ καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ισραηλ
Unchecked Copy BoxPsa 78:22 - (LXX 77:22)ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ θεῷ οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ
Unchecked Copy BoxPsa 78:23 - (LXX 77:23)καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν καὶ θύρας οὐρανοῦ ἀνέῳξεν
Unchecked Copy BoxPsa 78:24 - (LXX 77:24)καὶ ἔβρεξεν αὐτοῗς μαννα φαγεῗν καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῗς
Unchecked Copy BoxPsa 78:25 - (LXX 77:25)ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῗς εἰς πλησμονήν
Unchecked Copy BoxPsa 78:26 - (LXX 77:26)ἀπῆρεν νότον ἐξ οὐρανοῦ καὶ ἐπήγαγεν ἐν τῇ δυναστείᾳ αὐτοῦ λίβα
Unchecked Copy BoxPsa 78:27 - (LXX 77:27)καὶ ἔβρεξεν ἐπ᾽ αὐτοὺς ὡσεὶ χοῦν σάρκας καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά
Unchecked Copy BoxPsa 78:28 - (LXX 77:28)καὶ ἐπέπεσον εἰς μέσον τῆς παρεμβολῆς αὐτῶν κύκλῳ τῶν σκηνωμάτων αὐτῶν
Unchecked Copy BoxPsa 78:29 - (LXX 77:29)καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν σφόδρα καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῗς
Unchecked Copy BoxPsa 78:30 - (LXX 77:30)οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν ἔτι τῆς βρώσεως αὐτῶν οὔσης ἐν τῷ στόματι αὐτῶν
Unchecked Copy BoxPsa 78:31 - (LXX 77:31)καὶ ὀργὴ τοῦ θεοῦ ἀνέβη ἐπ᾽ αὐτοὺς καὶ ἀπέκτεινεν ἐν τοῗς πίοσιν αὐτῶν καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ισραηλ συνεπόδισεν
Unchecked Copy BoxPsa 78:32 - (LXX 77:32)ἐν πᾶσιν τούτοις ἥμαρτον ἔτι καὶ οὐκ ἐπίστευσαν ἐν τοῗς θαυμασίοις αὐτοῦ
Unchecked Copy BoxPsa 78:33 - (LXX 77:33)καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς
Unchecked Copy BoxPsa 78:34 - (LXX 77:34)ὅταν ἀπέκτεννεν αὐτούς ἐξεζήτουν αὐτὸν καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν θεὸν
Unchecked Copy BoxPsa 78:35 - (LXX 77:35)καὶ ἐμνήσθησαν ὅτι ὁ θεὸς βοηθὸς αὐτῶν ἐστιν καὶ ὁ θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστιν
Unchecked Copy BoxPsa 78:36 - (LXX 77:36)καὶ ἠπάτησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ
Unchecked Copy BoxPsa 78:37 - (LXX 77:37)ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῗα μετ᾽ αὐτοῦ οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ
Unchecked Copy BoxPsa 78:38 - (LXX 77:38)αὐτὸς δέ ἐστιν οἰκτίρμων καὶ ἱλάσεται ταῗς ἁμαρτίαις αὐτῶν καὶ οὐ διαφθερεῗ καὶ πληθυνεῗ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ
Unchecked Copy BoxPsa 78:39 - (LXX 77:39)καὶ ἐμνήσθη ὅτι σάρξ εἰσιν πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον
Unchecked Copy BoxPsa 78:40 - (LXX 77:40)ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ
Unchecked Copy BoxPsa 78:41 - (LXX 77:41)καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν θεὸν καὶ τὸν ἅγιον τοῦ Ισραηλ παρώξυναν
Unchecked Copy BoxPsa 78:42 - (LXX 77:42)οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος
Unchecked Copy BoxPsa 78:43 - (LXX 77:43)ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῗα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως
Unchecked Copy BoxPsa 78:44 - (LXX 77:44)καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν καὶ τὰ ὀμβρήματα αὐτῶν ὅπως μὴ πίωσιν
Unchecked Copy BoxPsa 78:45 - (LXX 77:45)ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν καὶ κατέφαγεν αὐτούς καὶ βάτραχον καὶ διέφθειρεν αὐτούς
Unchecked Copy BoxPsa 78:46 - (LXX 77:46)καὶ ἔδωκεν τῇ ἐρυσίβῃ τὸν καρπὸν αὐτῶν καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι
Unchecked Copy BoxPsa 78:47 - (LXX 77:47)ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ
Unchecked Copy BoxPsa 78:48 - (LXX 77:48)καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί
Unchecked Copy BoxPsa 78:49 - (LXX 77:49)ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ θυμὸν καὶ ὀργὴν καὶ θλῗψιν ἀποστολὴν δι᾽ ἀγγέλων πονηρῶν
Unchecked Copy BoxPsa 78:50 - (LXX 77:50)ὡδοποίησεν τρίβον τῇ ὀργῇ αὐτοῦ οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισεν
Unchecked Copy BoxPsa 78:51 - (LXX 77:51)καὶ ἐπάταξεν πᾶν πρωτότοκον ἐν Αἰγύπτῳ ἀπαρχὴν τῶν πόνων αὐτῶν ἐν τοῗς σκηνώμασι Χαμ
Unchecked Copy BoxPsa 78:52 - (LXX 77:52)καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ καὶ ἀνήγαγεν αὐτοὺς ὡς ποίμνιον ἐν ἐρήμῳ
Unchecked Copy BoxPsa 78:53 - (LXX 77:53)καὶ ὡδήγησεν αὐτοὺς ἐν ἐλπίδι καὶ οὐκ ἐδειλίασαν καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψεν θάλασσα
Unchecked Copy BoxPsa 78:54 - (LXX 77:54)καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὅριον ἁγιάσματος αὐτοῦ ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ
Unchecked Copy BoxPsa 78:55 - (LXX 77:55)καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας καὶ κατεσκήνωσεν ἐν τοῗς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ισραηλ
Unchecked Copy BoxPsa 78:56 - (LXX 77:56)καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν θεὸν τὸν ὕψιστον καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο
Unchecked Copy BoxPsa 78:57 - (LXX 77:57)καὶ ἀπέστρεψαν καὶ ἠσυνθέτησαν καθὼς καὶ οἱ πατέρες αὐτῶν καὶ μετεστράφησαν εἰς τόξον στρεβλὸν
Unchecked Copy BoxPsa 78:58 - (LXX 77:58)καὶ παρώργισαν αὐτὸν ἐν τοῗς βουνοῗς αὐτῶν καὶ ἐν τοῗς γλυπτοῗς αὐτῶν παρεζήλωσαν αὐτόν
Unchecked Copy BoxPsa 78:59 - (LXX 77:59)ἤκουσεν ὁ θεὸς καὶ ὑπερεῗδεν καὶ ἐξουδένωσεν σφόδρα τὸν Ισραηλ
Unchecked Copy BoxPsa 78:60 - (LXX 77:60)καὶ ἀπώσατο τὴν σκηνὴν Σηλωμ σκήνωμα αὐτοῦ οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις
Unchecked Copy BoxPsa 78:61 - (LXX 77:61)καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῗρας ἐχθροῦ
Unchecked Copy BoxPsa 78:62 - (LXX 77:62)καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῗδεν
Unchecked Copy BoxPsa 78:63 - (LXX 77:63)τοὺς νεανίσκους αὐτῶν κατέφαγεν πῦρ καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν
Unchecked Copy BoxPsa 78:64 - (LXX 77:64)οἱ ἱερεῗς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσαν καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυσθήσονται
Unchecked Copy BoxPsa 78:65 - (LXX 77:65)καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν κύριος ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου
Unchecked Copy BoxPsa 78:66 - (LXX 77:66)καὶ ἐπάταξεν τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῗς
Unchecked Copy BoxPsa 78:67 - (LXX 77:67)καὶ ἀπώσατο τὸ σκήνωμα Ιωσηφ καὶ τὴν φυλὴν Εφραιμ οὐκ ἐξελέξατο
Unchecked Copy BoxPsa 78:68 - (LXX 77:68)καὶ ἐξελέξατο τὴν φυλὴν Ιουδα τὸ ὄρος τὸ Σιων ὃ ἠγάπησεν
Unchecked Copy BoxPsa 78:69 - (LXX 77:69)καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ ἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα
Unchecked Copy BoxPsa 78:70 - (LXX 77:70)καὶ ἐξελέξατο Δαυιδ τὸν δοῦλον αὐτοῦ καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων
Unchecked Copy BoxPsa 78:71 - (LXX 77:71)ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτὸν ποιμαίνειν Ιακωβ τὸν λαὸν αὐτοῦ καὶ Ισραηλ τὴν κληρονομίαν αὐτοῦ
Unchecked Copy BoxPsa 78:72 - (LXX 77:72)καὶ ἐποίμανεν αὐτοὺς ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὐτοῦ καὶ ἐν ταῗς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization