LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ζαχαρίας (Zechariah) 12 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxZec 12:1 - (LXX 12:1)λῆμμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ λέγει κύριος ἐκτείνων οὐρανὸν καὶ θεμελιῶν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ
Unchecked Copy BoxZec 12:2 - (LXX 12:2)ἰδοὺ ἐγὼ τίθημι τὴν Ιερουσαλημ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ καὶ ἐν τῇ Ιουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Ιερουσαλημ
Unchecked Copy BoxZec 12:3 - (LXX 12:3)καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ιερουσαλημ λίθον καταπατούμενον πᾶσιν τοῖς ἔθνεσιν πᾶς καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται καὶ ἐπισυναχθήσονται ἐπ᾽ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς
Unchecked Copy BoxZec 12:4 - (LXX 12:4)ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος παντοκράτωρ πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει ἐπὶ δὲ τὸν οἶκον Ιουδα διανοίξω τοὺς ὀφθαλμούς μου καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει
Unchecked Copy BoxZec 12:5 - (LXX 12:5)καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ιουδα ἐν ταῖς καρδίαις αὐτῶν εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας Ιερουσαλημ ἐν κυρίῳ παντοκράτορι θεῷ αὐτῶν
Unchecked Copy BoxZec 12:6 - (LXX 12:6)ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ιουδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν καὶ κατοικήσει Ιερουσαλημ ἔτι καθ᾽ ἑαυτήν
Unchecked Copy BoxZec 12:7 - (LXX 12:7)καὶ σώσει κύριος τὰ σκηνώματα Ιουδα καθὼς ἀπ᾽ ἀρχῆς ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυιδ καὶ ἔπαρσις τῶν κατοικούντων Ιερουσαλημ ἐπὶ τὸν Ιουδαν
Unchecked Copy BoxZec 12:8 - (LXX 12:8)καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ κύριος ὑπὲρ τῶν κατοικούντων Ιερουσαλημ καὶ ἔσται ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος Δαυιδ δὲ οἶκος Δαυιδ ὡς οἶκος θεοῦ ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτῶν
Unchecked Copy BoxZec 12:9 - (LXX 12:9)καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα ἐπὶ Ιερουσαλημ
Unchecked Copy BoxZec 12:10 - (LXX 12:10)καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυιδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ καὶ ἐπιβλέψονται πρός με ἀνθ᾽ ὧν κατωρχήσαντο καὶ κόψονται ἐπ᾽ αὐτὸν κοπετὸν ὡς ἐπ᾽ ἀγαπητὸν καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ
Unchecked Copy BoxZec 12:11 - (LXX 12:11)ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται κοπετὸς ἐν Ιερουσαλημ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου
Unchecked Copy BoxZec 12:12 - (LXX 12:12)καὶ κόψεται γῆ κατὰ φυλὰς φυλάς φυλὴ καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς φυλὴ οἶκου Δαυιδ καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς φυλὴ οἴκου Ναθαν καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς
Unchecked Copy BoxZec 12:13 - (LXX 12:13)φυλὴ οἴκου Λευι καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς φυλὴ τοῦ Συμεων καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς
Unchecked Copy BoxZec 12:14 - (LXX 12:14)πᾶσαι αἱ φυλαὶ αἱ ὑπολελειμμέναι φυλὴ καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan