MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Α΄ Κορινθίους (1 Corinthians) 10 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy Box1Co 10:1 - οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν ἀδελφοί ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον
Unchecked Copy Box1Co 10:2 - καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ
Unchecked Copy Box1Co 10:3 - καὶ πάντες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἔφαγον
Unchecked Copy Box1Co 10:4 - καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας πέτρα δὲ ἦν Χριστός
Unchecked Copy Box1Co 10:5 - ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν θεός κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ
Unchecked Copy Box1Co 10:6 - ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν καθὼς κἀκεῖνοι ἐπεθύμησαν
Unchecked Copy Box1Co 10:7 - μηδὲ εἰδωλολάτραι γίνεσθε καθώς τινες αὐτῶν ὥσπερ γέγραπται ἐκάθισεν λαὸς φαγεῖν καὶ πεῖν καὶ ἀνέστησαν παίζειν
Unchecked Copy Box1Co 10:8 - μηδὲ πορνεύωμεν καθώς τινες αὐτῶν ἐπόρνευσαν καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες
Unchecked Copy Box1Co 10:9 - μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν καθώς τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὄφεων ἀπώλλυντο
Unchecked Copy Box1Co 10:10 - μηδὲ γογγύζετε καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ
Unchecked Copy Box1Co 10:11 - ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν
Unchecked Copy Box1Co 10:12 - ὥστε δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ
Unchecked Copy Box1Co 10:13 - πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος πιστὸς δὲ θεός ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ δύνασθε ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν
Unchecked Copy Box1Co 10:14 - διόπερ ἀγαπητοί μου φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας
Unchecked Copy Box1Co 10:15 - ὡς φρονίμοις λέγω κρίνατε ὑμεῖς φημι
Unchecked Copy Box1Co 10:16 - τὸ ποτήριον τῆς εὐλογίας εὐλογοῦμεν οὐχὶ κοινωνία ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ τὸν ἄρτον ὃν κλῶμεν οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν
Unchecked Copy Box1Co 10:17 - ὅτι εἷς ἄρτος ἓν σῶμα οἱ πολλοί ἐσμεν οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν
Unchecked Copy Box1Co 10:18 - βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν
Unchecked Copy Box1Co 10:19 - τί οὖν φημι ὅτι εἰδωλόθυτόν τί ἐστιν ὅτι εἴδωλόν τί ἐστιν
Unchecked Copy Box1Co 10:20 - ἀλλ᾽ ὅτι θύουσιν δαιμονίοις καὶ οὐ θεῷ θύουσιν οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι
Unchecked Copy Box1Co 10:21 - οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων
Unchecked Copy Box1Co 10:22 - παραζηλοῦμεν τὸν κύριον μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν
(cf. Psa 24:1 )
Unchecked Copy Box1Co 10:23 - πάντα ἔξεστιν ἀλλ᾽ οὐ πάντα συμφέρει πάντα ἔξεστιν ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ
Unchecked Copy Box1Co 10:24 - μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου
Unchecked Copy Box1Co 10:25 - πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν
Unchecked Copy Box1Co 10:26 - τοῦ κυρίου γὰρ γῆ καὶ τὸ πλήρωμα αὐτῆς
Unchecked Copy Box1Co 10:27 - εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν
Unchecked Copy Box1Co 10:28 - ἐὰν δέ τις ὑμῖν εἴπῃ τοῦτο ἱερόθυτόν ἐστιν μὴ ἐσθίετε δι᾽ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν
Unchecked Copy Box1Co 10:29 - συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου ἱνατί γὰρ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως
Unchecked Copy Box1Co 10:30 - εἰ ἐγὼ χάριτι μετέχω τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ
Unchecked Copy Box1Co 10:31 - εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε πάντα εἰς δόξαν θεοῦ ποιεῖτε
Unchecked Copy Box1Co 10:32 - ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ
Unchecked Copy Box1Co 10:33 - καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν ἵνα σωθῶσιν
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan