The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search MGNT

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one’s mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

PROS GALATAS (Galatians) 3 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxGal 3:1 - ὦ ἀνόητοι Γαλάται τίς ὑμᾶς ἐβάσκανεν οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος

Unchecked Copy BoxGal 3:2 - τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως

Unchecked Copy BoxGal 3:3 - οὕτως ἀνόητοί ἐστε ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε

Unchecked Copy BoxGal 3:4 - τοσαῦτα ἐπάθετε εἰκῇ εἴ γε καὶ εἰκῇ

Unchecked Copy BoxGal 3:5 - ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως

Unchecked Copy BoxGal 3:6 - καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην

Unchecked Copy BoxGal 3:7 - γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως οὗτοι υἱοί εἰσιν Ἀβραάμ

Unchecked Copy BoxGal 3:8 - προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη

Unchecked Copy BoxGal 3:9 - ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ

Unchecked Copy BoxGal 3:10 - ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν γέγραπται γὰρ ὅτι ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά

Unchecked Copy BoxGal 3:11 - ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται

Unchecked Copy BoxGal 3:12 - ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως ἀλλ’ ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς

Unchecked Copy BoxGal 3:13 - Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα ὅτι γέγραπται ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου

Unchecked Copy BoxGal 3:14 - ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως

Unchecked Copy BoxGal 3:15 - ἀδελφοί κατὰ ἄνθρωπον λέγω ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται

Unchecked Copy BoxGal 3:16 - τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ οὐ λέγει καὶ τοῖς σπέρμασιν ὡς ἐπὶ πολλῶν ἀλλ’ ὡς ἐφ’ ἑνός καὶ τῷ σπέρματί σου ὅς ἐστιν Χριστός

Unchecked Copy BoxGal 3:17 - τοῦτο δὲ λέγω διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν

Unchecked Copy BoxGal 3:18 - εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία οὐκέτι ἐξ ἐπαγγελίας τῷ δὲ Ἀβραὰμ δι’ ἐπαγγελίας κεχάρισται ὁ θεός

Unchecked Copy BoxGal 3:19 - τί οὖν ὁ νόμος τῶν παραβάσεων χάριν προσετέθη ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου

Unchecked Copy BoxGal 3:20 - ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν ὁ δὲ θεὸς εἷς ἐστιν

Unchecked Copy BoxGal 3:21 - ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ μὴ γένοιτο εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι ὄντως ἐκ νόμου ἂν ἦν ἡ δικαιοσύνη

Unchecked Copy BoxGal 3:22 - ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν

Unchecked Copy BoxGal 3:23 - πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι

Unchecked Copy BoxGal 3:24 - ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν ἵνα ἐκ πίστεως δικαιωθῶμεν

Unchecked Copy BoxGal 3:25 - ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν

Unchecked Copy BoxGal 3:26 - πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ

Unchecked Copy BoxGal 3:27 - ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸν ἐνεδύσασθε

Unchecked Copy BoxGal 3:28 - οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος οὐκ ἔνι ἄρσεν καὶ θῆλυ πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ

Unchecked Copy BoxGal 3:29 - εἰ δὲ ὑμεῖς Χριστοῦ ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ κατ’ ἐπαγγελίαν κληρονόμοι
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to James Tauber who has made this resource freely available.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search MGNT
Your Bible Version is the MGNT
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1
Line-By-Line Order:
Line-By-Line Verse-ReferenceVerse-Reference
Line-By-Line Reference-VerseReference-Verse
Line-By-Line Separate LineSeparate Line
Line-By-Line Verse OnlyVerse Only
Line-By-Line Reference OnlyReference Only
Reference Delimiters:
No Reference DelimitersNone — Jhn 1:1 KJV
Square Reference DelimitersSquare — [Jhn 1:1 KJV]
Curly Reference DelimitersCurly — {Jhn 1:1 KJV}
Parenthesis Reference DelimitersParens — (Jhn 1:1 KJV)
Paragraph Order:
Paragraph Verse-ReferenceVerse-Reference
Paragraph Reference-VerseReference-Verse
Paragraph Reference-OnlyReference-Only
Number Delimiters:*
No Verse NumbersNo Number
No Verse DelimetersNo Delimiter — 15
Square Verse DelimitersSquare — [15]
Curly Verse DelimitersCurly — {15}
Parenthesis Verse DelimitersParens — (15)
Other Options:
Abbreviate BooksAbbreviate Books
Use SBL Abbrev.Use SBL Abbrev.
En dash not HyphenEn dash not Hyphen
 
 
Quotes Around VersesQuotes Around Verses
Remove Square BracketsRemove Square Brackets
Select All Verses
Clear All Verses

* 'Number Delimiters' only apply to 'Paragraph Order'