The Blue Letter Bible
BLB Searches
Search the Bible
Search TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search TR

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

PROS GALATAS (Galatians) 3 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxGal 3:1 - Ὦ ἀνόητοι Γαλάται τίς ὑμᾶς ἐβάσκανεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος

Unchecked Copy BoxGal 3:2 - τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν· ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως

Unchecked Copy BoxGal 3:3 - οὕτως ἀνόητοί ἐστε ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε

Unchecked Copy BoxGal 3:4 - τοσαῦτα ἐπάθετε εἰκῇ εἴγε καὶ εἰκῇ

Unchecked Copy BoxGal 3:5 - ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως

Unchecked Copy BoxGal 3:6 - καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην·

Unchecked Copy BoxGal 3:7 - Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως οὗτοι εἰσιν υἱοί Ἀβραάμ

Unchecked Copy BoxGal 3:8 - προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη·

Unchecked Copy BoxGal 3:9 - ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ

Unchecked Copy BoxGal 3:10 - ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν· γέγραπται γὰρ Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά

Unchecked Copy BoxGal 3:11 - ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται·

Unchecked Copy BoxGal 3:12 - ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως ἀλλ᾽ Ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς

Unchecked Copy BoxGal 3:13 - Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα γέγραπται γὰρ, Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου

Unchecked Copy BoxGal 3:14 - ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως

Unchecked Copy BoxGal 3:15 - Ἀδελφοί κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται

Unchecked Copy BoxGal 3:16 - τῷ δὲ Ἀβραὰμ ἐρρήθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ οὐ λέγει Καὶ τοῖς σπέρμασιν ὡς ἐπὶ πολλῶν ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός Καὶ τῷ σπέρματί σου ὅς ἐστιν Χριστός

Unchecked Copy BoxGal 3:17 - τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ εἰς Χριστὸν ὁ μετὰ ἔτη τετρακόσια καὶ τριάκοντα γεγονὼς νόμος οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν

Unchecked Copy BoxGal 3:18 - εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ θεός

Unchecked Copy BoxGal 3:19 - Τί οὖν ὁ νόμος τῶν παραβάσεων χάριν προσετέθη ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου

Unchecked Copy BoxGal 3:20 - ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν ὁ δὲ θεὸς εἷς ἐστιν

Unchecked Copy BoxGal 3:21 - Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ μὴ γένοιτο εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη·

Unchecked Copy BoxGal 3:22 - ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν

Unchecked Copy BoxGal 3:23 - Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι

Unchecked Copy BoxGal 3:24 - ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν ἵνα ἐκ πίστεως δικαιωθῶμεν·

Unchecked Copy BoxGal 3:25 - ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν

Unchecked Copy BoxGal 3:26 - Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ·

Unchecked Copy BoxGal 3:27 - ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸν ἐνεδύσασθε

Unchecked Copy BoxGal 3:28 - οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ

Unchecked Copy BoxGal 3:29 - εἰ δὲ ὑμεῖς Χριστοῦ ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ καὶ κατ᾽ ἐπαγγελίαν κληρονόμοι
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search TR
Your Bible Version is the TR
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization