The Blue Letter Bible
BLB Searches
Search the Bible
Search MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search MGNT

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

KATA LOUKAN (Luke) 18 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxLuk 18:1 - ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐγκακεῖν

Unchecked Copy BoxLuk 18:2 - λέγων κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος

Unchecked Copy BoxLuk 18:3 - χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου

Unchecked Copy BoxLuk 18:4 - καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι

Unchecked Copy BoxLuk 18:5 - διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με

Unchecked Copy BoxLuk 18:6 - εἶπεν δὲ ὁ κύριος ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει

Unchecked Copy BoxLuk 18:7 - ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός καὶ μακροθυμεῖ ἐπ᾽ αὐτοῖς

Unchecked Copy BoxLuk 18:8 - λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς

Unchecked Copy BoxLuk 18:9 - εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην

Unchecked Copy BoxLuk 18:10 - ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης

Unchecked Copy BoxLuk 18:11 - ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο ὁ θεός εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων ἅρπαγες ἄδικοι μοιχοί ἢ καὶ ὡς οὗτος ὁ τελώνης

Unchecked Copy BoxLuk 18:12 - νηστεύω δὶς τοῦ σαββάτου ἀποδεκατῶ πάντα ὅσα κτῶμαι

Unchecked Copy BoxLuk 18:13 - ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν ἀλλ᾽ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων ὁ θεός ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ

Unchecked Copy BoxLuk 18:14 - λέγω ὑμῖν κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ᾽ ἐκεῖνον ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται

Unchecked Copy BoxLuk 18:15 - προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς

Unchecked Copy BoxLuk 18:16 - ὁ δὲ Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ

Unchecked Copy BoxLuk 18:17 - ἀμὴν λέγω ὑμῖν ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν

Unchecked Copy BoxLuk 18:18 - καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων διδάσκαλε ἀγαθέ τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω

Unchecked Copy BoxLuk 18:19 - εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός

Unchecked Copy BoxLuk 18:20 - τὰς ἐντολὰς οἶδας μὴ μοιχεύσῃς μὴ φονεύσῃς μὴ κλέψῃς μὴ ψευδομαρτυρήσῃς τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα

Unchecked Copy BoxLuk 18:21 - ὁ δὲ εἶπεν ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος

Unchecked Copy BoxLuk 18:22 - ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ ἔτι ἕν σοι λείπει πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν τοῖς οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι

Unchecked Copy BoxLuk 18:23 - ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη ἦν γὰρ πλούσιος σφόδρα

Unchecked Copy BoxLuk 18:24 - ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπεν πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται

Unchecked Copy BoxLuk 18:25 - εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν

Unchecked Copy BoxLuk 18:26 - εἶπαν δὲ οἱ ἀκούσαντες καὶ τίς δύναται σωθῆναι

Unchecked Copy BoxLuk 18:27 - ὁ δὲ εἶπεν τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ θεῷ ἐστιν

Unchecked Copy BoxLuk 18:28 - εἶπεν δὲ ὁ Πέτρος ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι

Unchecked Copy BoxLuk 18:29 - ὁ δὲ εἶπεν αὐτοῖς ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ

Unchecked Copy BoxLuk 18:30 - ὃς οὐχὶ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον

Unchecked Copy BoxLuk 18:31 - παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσαλήμ καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου

Unchecked Copy BoxLuk 18:32 - παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται

Unchecked Copy BoxLuk 18:33 - καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται

Unchecked Copy BoxLuk 18:34 - καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾽ αὐτῶν καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα

Unchecked Copy BoxLuk 18:35 - ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν

Unchecked Copy BoxLuk 18:36 - ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο

Unchecked Copy BoxLuk 18:37 - ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται

Unchecked Copy BoxLuk 18:38 - καὶ ἐβόησεν λέγων Ἰησοῦ υἱὲ Δαυίδ ἐλέησόν με

Unchecked Copy BoxLuk 18:39 - καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν υἱὲ Δαυίδ ἐλέησόν με

Unchecked Copy BoxLuk 18:40 - σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν

Unchecked Copy BoxLuk 18:41 - τί σοι θέλεις ποιήσω ὁ δὲ εἶπεν κύριε ἵνα ἀναβλέψω

Unchecked Copy BoxLuk 18:42 - καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ ἀνάβλεψον ἡ πίστις σου σέσωκέν σε

Unchecked Copy BoxLuk 18:43 - καὶ παραχρῆμα ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to James Tauber who has made this resource freely available.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search MGNT
Your Bible Version is the MGNT
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization