MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Λουκάς (Luke) 9 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Mat 10:5–15 )
Unchecked Copy BoxLuk 9:1 - συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν
Unchecked Copy BoxLuk 9:2 - καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενεῖς
Unchecked Copy BoxLuk 9:3 - καὶ εἶπεν πρὸς αὐτούς μηδὲν αἴρετε εἰς τὴν ὁδόν μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν
Unchecked Copy BoxLuk 9:4 - καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε
Unchecked Copy BoxLuk 9:5 - καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε εἰς μαρτύριον ἐπ᾽ αὐτούς
Unchecked Copy BoxLuk 9:6 - ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ
(Mat 14:1–12; Mar 6:14–29 )
Unchecked Copy BoxLuk 9:7 - ἤκουσεν δὲ Ἡρῴδης τετραάρχης τὰ γινόμενα πάντα καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἠγέρθη ἐκ νεκρῶν
Unchecked Copy BoxLuk 9:8 - ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη
Unchecked Copy BoxLuk 9:9 - εἶπεν δὲ Ἡρῴδης Ἰωάννην ἐγὼ ἀπεκεφάλισα τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα καὶ ἐζήτει ἰδεῖν αὐτόν
(Mat 14:13–21; Mar 6:30–44; Jhn 6:1–15 )
Unchecked Copy BoxLuk 9:10 - καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ᾽ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά
Unchecked Copy BoxLuk 9:11 - οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο
Unchecked Copy BoxLuk 9:12 - δὲ ἡμέρα ἤρξατο κλίνειν προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ ἀπόλυσον τὸν ὄχλον ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν
Unchecked Copy BoxLuk 9:13 - εἶπεν δὲ πρὸς αὐτούς δότε αὐτοῖς ὑμεῖς φαγεῖν οἱ δὲ εἶπαν οὐκ εἰσὶν ἡμῖν πλεῖον ἄρτοι πέντε καὶ ἰχθύες δύο εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα
Unchecked Copy BoxLuk 9:14 - ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα
Unchecked Copy BoxLuk 9:15 - καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας
Unchecked Copy BoxLuk 9:16 - λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ
Unchecked Copy BoxLuk 9:17 - καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα
(Mat 16:13–20; Mar 8:27–30 )
Unchecked Copy BoxLuk 9:18 - καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί καὶ ἐπηρώτησεν αὐτοὺς λέγων τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι
Unchecked Copy BoxLuk 9:19 - οἱ δὲ ἀποκριθέντες εἶπαν Ἰωάννην τὸν βαπτιστήν ἄλλοι δὲ Ἠλίαν ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη
Unchecked Copy BoxLuk 9:20 - εἶπεν δὲ αὐτοῖς ὑμεῖς δὲ τίνα με λέγετε εἶναι Πέτρος δὲ ἀποκριθεὶς εἶπεν τὸν Χριστὸν τοῦ θεοῦ
(Mat 16:20–23; Mar 8:30–33 )
Unchecked Copy BoxLuk 9:21 - δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο
Unchecked Copy BoxLuk 9:22 - εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι
(Mat 16:24–27; Mar 8:34–38 )
Unchecked Copy BoxLuk 9:23 - ἔλεγεν δὲ πρὸς πάντας εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾽ ἡμέραν καὶ ἀκολουθείτω μοι
Unchecked Copy BoxLuk 9:24 - ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ οὗτος σώσει αὐτήν
Unchecked Copy BoxLuk 9:25 - τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ζημιωθείς
Unchecked Copy BoxLuk 9:26 - ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους τοῦτον υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων
(Mat 16:28–17:9; Mar 9:2–10; 2Pe 1:16–18 )
Unchecked Copy BoxLuk 9:27 - λέγω δὲ ὑμῖν ἀληθῶς εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ
Unchecked Copy BoxLuk 9:28 - ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι
Unchecked Copy BoxLuk 9:29 - καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων
Unchecked Copy BoxLuk 9:30 - καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας
Unchecked Copy BoxLuk 9:31 - οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ
Unchecked Copy BoxLuk 9:32 - δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ
Unchecked Copy BoxLuk 9:33 - καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ εἶπεν Πέτρος πρὸς τὸν Ἰησοῦν ἐπιστάτα καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι καὶ ποιήσωμεν σκηνὰς τρεῖς μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ μὴ εἰδὼς λέγει
Unchecked Copy BoxLuk 9:34 - ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην
Unchecked Copy BoxLuk 9:35 - καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα οὗτός ἐστιν υἱός μου ἐκλελεγμένος αὐτοῦ ἀκούετε
Unchecked Copy BoxLuk 9:36 - καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν
(Mat 17:14–21; Mar 9:14–29 )
Unchecked Copy BoxLuk 9:37 - ἐγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς
Unchecked Copy BoxLuk 9:38 - καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων διδάσκαλε δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου ὅτι μονογενής μοί ἐστιν
Unchecked Copy BoxLuk 9:39 - καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ μόγις ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ συντρῖβον αὐτόν
Unchecked Copy BoxLuk 9:40 - καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό καὶ οὐκ ἠδυνήθησαν
Unchecked Copy BoxLuk 9:41 - ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν γενεὰ ἄπιστος καὶ διεστραμμένη ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν προσάγαγε ὧδε τὸν υἱόν σου
Unchecked Copy BoxLuk 9:42 - ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν ἐπετίμησεν δὲ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ
(Mat 17:22, 23; Mar 9:30–32 )
Unchecked Copy BoxLuk 9:43 - ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ
Unchecked Copy BoxLuk 9:44 - θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων
Unchecked Copy BoxLuk 9:45 - οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου
(Mat 18:1–5; Mar 9:33–37 )
Unchecked Copy BoxLuk 9:46 - εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς τὸ τίς ἂν εἴη μείζων αὐτῶν
Unchecked Copy BoxLuk 9:47 - δὲ Ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῷ
Unchecked Copy BoxLuk 9:48 - καὶ εἶπεν αὐτοῖς ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται καὶ ὃς ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας
(Mar 9:38–41 )
Unchecked Copy BoxLuk 9:49 - ἀποκριθεὶς δὲ Ἰωάννης εἶπεν ἐπιστάτα εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν
Unchecked Copy BoxLuk 9:50 - εἶπεν δὲ πρὸς αὐτὸν Ἰησοῦς μὴ κωλύετε ὃς γὰρ οὐκ ἔστιν καθ᾽ ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν
Unchecked Copy BoxLuk 9:51 - ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ
Unchecked Copy BoxLuk 9:52 - καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν ὡς ἑτοιμάσαι αὐτῷ
Unchecked Copy BoxLuk 9:53 - καὶ οὐκ ἐδέξαντο αὐτόν ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ
Unchecked Copy BoxLuk 9:54 - ἰδόντες δὲ οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν κύριε θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς
Unchecked Copy BoxLuk 9:55 - στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς
Unchecked Copy BoxLuk 9:56 - καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην
(Mat 8:18–22 )
Unchecked Copy BoxLuk 9:57 - καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ
Unchecked Copy BoxLuk 9:58 - καὶ εἶπεν αὐτῷ Ἰησοῦς αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ
Unchecked Copy BoxLuk 9:59 - εἶπεν δὲ πρὸς ἕτερον ἀκολούθει μοι δὲ εἶπεν κύριε ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου
Unchecked Copy BoxLuk 9:60 - εἶπεν δὲ αὐτῷ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ
Unchecked Copy BoxLuk 9:61 - εἶπεν δὲ καὶ ἕτερος ἀκολουθήσω σοι κύριε πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου
Unchecked Copy BoxLuk 9:62 - εἶπεν δὲ πρὸς αὐτὸν Ἰησοῦς οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan